Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὰ δὲ Ἑλλήνων ἔθη παρὰ ταῦτα ἐξετάζων οὐκ ἔχω πῶς ἐπαινέσω τά τε Λακεδαιμονίων καὶ τὰ τῶν Θηβαίων καὶ τῶν μέγιστον ἐπὶ σοφίᾳ φρονούντων Ἀθηναίων, οἳ φυλάττοντες τὸ εὐγενὲς καὶ μηδενὶ μεταδιδόντες εἰ μὴ σπανίοις τῆς παρʼ ἑαυτοῖς πολιτείας ʽἐῶ γὰρ λέγειν ὅτι καὶ ξενηλατοῦντες ἔνιοἰ πρὸς τῷ μηδὲν ἀπολαῦσαι ταύτης τῆς μεγαληγορίας ἀγαθὸν καὶ τὰ μέγιστα διʼ αὐτὴν ἐβλάβησαν.

Σπαρτιᾶται μέν γε πταίσαντες μάχῃ τῇ περὶ Λεῦκτρα, ἐν ᾗ χιλίους καὶ ἑπτακοσίους ἄνδρας ἀπέβαλον, οὐκέτι τὴν πόλιν ἠδυνήθησαν ἐκ τῆς συμφορᾶς ταύτης ἀναλαβεῖν, ἀλλʼ ἀπέστησαν τῆς ἡγεμονίας σὺν αἰσχύνῃ. Θηβαῖοι δὲ καὶ Ἀθηναῖοι ἐξ ἑνὸς τοῦ περὶ Χαιρώνειαν ἀτυχήματος ἅμα τήν τε προστασίαν τῆς Ἑλλάδος καὶ τὴν ἐλευθερίαν τὴν πάτριον ὑπὸ Μακεδόνων ἀφῃρέθησαν.

ἡ δὲ Ῥωμαίων πόλις ἐν Ἰβηρίᾳ τε καὶ Ἰταλίᾳ πολέμους ἔχουσα μεγάλους Σικελίαν τε ἀφεστῶσαν ἀνακτωμένη καὶ Σαρδόνα καὶ τῶν ἐν Μακεδονίᾳ καὶ κατὰ τὴν Ἑλλάδα πραγμάτων ἐκπεπολεμωμένων πρὸς αὐτὴν καὶ Καρχηδόνος ἐπὶ τὴν ἡγεμονίαν πάλιν ἀνισταμένης καὶ τῆς Ἰταλίας οὐ μόνον ἀφεστώσης ὀλίγου δεῖν πάσης, ἀλλὰ καὶ συνεπαγούσης τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον, τοσούτοις περιπετὴς γενομένη κινδύνοις κατὰ τὸν αὐτὸν χρόνον οὐχ ὅπως ἐκακώθη διὰ τὰς τότε τύχας, ἀλλὰ καὶ προσέλαβεν ἰσχὺν ἐξ αὐτῶν ἔτι μείζονα τῆς προτέρας τῷ πλήθει τοῦ στρατιωτικοῦ

v.1p.178
πρὸς ἅπαντα διαρκὴς γενομένη τὰ δεινά, ἀλλʼ οὐχ ὥσπερ ὑπολαμβάνουσί τινες εὐνοίᾳ τύχης χρησαμένη·

ἐπεὶ ταύτης γε χάριν ᾤχετʼ ἂν ὑποβρύχιος ἐξ ἑνὸς τοῦ περὶ Κάννας πτώματος, ὅτε αὐτῇ ἀπὸ μὲν ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα καὶ τριακόσιοι περιελείφθησαν, ἀπὸ δὲ μυριάδων ὀκτὼ τῶν εἰς τὸ κοινὸν στράτευμα καταγραφεισῶν ὀλίγῳ πλείους τρισχιλίων ἐσώθησαν.