Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
καταστησάμενος δὴ ταῦτα διέκρινε τὰς τιμὰς καὶ τὰς ἐξουσίας, ἃς ἑκάστους ἐβούλετο ἔχειν. βασιλεῖ μὲν οὖν ἐξῄρητο τάδε τὰ γέρα· πρῶτον μὲν ἱερῶν καὶ θυσιῶν ἡγεμονίαν ἔχειν καὶ πάντα διʼ ἐκείνου πράττεσθαι τὰ πρὸς τοὺς θεοὺς ὅσια, ἔπειτα νόμων τε καὶ πατρίων ἐθισμῶν φυλακὴν ποιεῖσθαι καὶ παντὸς τοῦ κατὰ φύσιν ἢ κατὰ συνθήκας δικαίου προνοεῖν τῶν τε ἀδικημάτων τὰ μέγιστα μὲν αὐτὸν
τῷ δὲ συνεδρίῳ τῆς βουλῆς τιμὴν καὶ δυναστείαν ἀνέθηκε τοιάνδε· περὶ παντὸς ὅτου ἂν εἰσηγῆται βασιλεὺς διαγινώσκειν τε καὶ ψῆφον ἐπιφέρειν, καὶ ὅ τι ἂν δόξῃ τοῖς πλείοσι τοῦτο νικᾶν· ἐκ τῆς Λακωνικῆς πολιτείας καὶ τοῦτο μετενεγκάμενος. οὐδὲ γὰρ οἱ Λακεδαιμονίων βασιλεῖς αὐτοκράτορες ἦσαν ὅ τι βούλοιντο πράττειν, ἀλλʼ ἡ γερουσία πᾶν εἶχε τῶν κοινῶν τὸ κράτος.
τῷ δὲ δημοτικῷ πλήθει τρία ταῦτα ἐπέτρεψεν· ἀρχαιρεσιάζειν τε καὶ νόμους ἐπικυροῦν καὶ περὶ πολέμου διαγινώσκειν, ὅταν ὁ βασιλεὺς ἐφῇ, οὐδὲ τούτων ἔχοντι τὴν ἐξουσίαν ἀνεπίληπτον, ἂν μὴ καὶ τῇ βουλῇ ταὐτὰ δοκῇ. ἔφερε δὲ τὴν ψῆφον οὐχ ἅμα πᾶς ὁ δῆμος, ἀλλὰ κατὰ τὰς φράτρας συγκαλούμενος· ὅ τι δὲ ταῖς πλείοσι δόξειε φράτραις τοῦτο ἐπὶ τὴν βουλὴν ἀνεφέρετο. ἐφʼ ἡμῶν δὲ μετάκειται τὸ ἔθος· οὐ γὰρ ἡ βουλὴ διαγινώσκει τὰ ψηφισθέντα ὑπὸ τοῦ δήμου, τῶν δʼ ὑπὸ τῆς βουλῆς γνωσθέντων ὁ δῆμός ἐστι κύριος· πότερον δὲ τῶν ἐθῶν κρεῖττον, ἐν κοινῷ τίθημι τοῖς βουλομένοις σκοπεῖν.
ἐκ δὲ τῆς διαιρέσεως ταύτης οὐ μόνον τὰ πολιτικὰ πράγματα σώφρονας ἐλάμβανε καὶ τεταγμένας τὰς διοικήσεις, ἀλλὰ καὶ τὰ πολεμικὰ ταχείας καὶ