Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
βασιλεὺς Ἠπειρωτῶν Πύρρος, βασιλέως Αἰακίδου, Ποπλίῳ Οὐαλερίῳ τῷ Ῥωμαίων ὑπάτῳ χαίρειν. πεπύσθαι μὲν εἰκός σε παρʼ ἑτέρων, ὅτι πάρειμι μετὰ τῆς δυνάμεως Ταραντίνοις τε καὶ τοῖς ἄλλοις Ἰταλιώταις ἐπικαλεσαμένοις βοηθήσων· καὶ μηδὲ ταῦτα ἀγνοεῖν, τίνων τε ἀνδρῶν ἀπόγονός εἰμι καὶ τίνας αὐτὸς ἀποδέδειγμαι πράξεις καὶ πόσην δύναμιν ἐπάγομαι καὶ ὡς τὰ πολέμια ἀγαθήν.
οἰόμενος δή σε τούτων ἕκαστον ἐπιλογιζόμενον μὴ περιμένειν, ἕως ἔργῳ καὶ πείρᾳ μάθῃς τὴν κατὰ τοὺς ἀγῶνας
ἃς ἂν αὐτῶν ἐγὼ καταγνῶ. ὀρθῶς δὲ ποιήσετε καὶ ὑμεῖς βεβαιωτὰς παρασχόντες ὑπὲρ ὧν ἂν ἐκείνων τινὲς ἐπικαλῶσιν, ὅτι τὰ κριθέντα ὑπʼ ἐμοῦ φυλάξετε κύρια. ταῦτα ποιοῦσι μὲν ὑμῖν εἰρήνην ἐπαγγέλλομαι παρέξειν καὶ φίλος ἔσεσθαι καὶ ἐφʼ οὓς ἄν με παρακαλῆτε πολέμους προθύμως βοηθήσειν,
μὴ ποιοῦσι δʼ οὐκ ἂν ἐπιτρέψαιμι χώραν συμμάχων ἀνσδρῶν ἐξερημοῦν καὶ πόλεις Ἑλληνίδας ἀναρπάζειν καὶ σώματα ἐλεύθερα λαφυροπωλεῖν, ἀλλὰ κωλύσω τοῖς ὅπλοις, ἵνα παύσησθε ἤδη ποτὲ ἄγοντες καὶ φέροντες ὅλην Ἰταλίαν καὶ πᾶσιν ἀνθρώποις ὡς δούλοις ἐντρυφῶντες. ἐκδέξομαι δὲ τὰς σὰς ἀποκρίσεις μέχρι δεκάτης ἡμέρας· περαιτέρω γὰρ οὐκ ἂν ἔτι δυναίμην. Ambr.