Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Ἀρτιμήδης ὁ Χαλκιδεὺς λόγιον εἶχεν, ἔνθʼ ἂν εὕρῃ τὸν ἄρρενα ὑπὸ τῆς θηλείας ὀπυιόμενον, αὐτόθι μένειν καὶ μηκέτι προσωτέρω πλεῖν· πλεύσας δὲ περὶ τὸ Παλλάντιον τῆς Ἰταλίας καὶ ἰδὼν ἄμπελον ... ἄρρενα δὲ τὸν ἐρινεόν, ὀχείαν δὲ τὴν πρόσφυσιν, τέλος ἔχειν τὸν χρησμὸν ὑπέλαβε· καὶ τοὺς κατέχοντας τὸν τόπον βαρβάρους ἐκβαλὼν οἰκεῖ.

Ῥήγιον ὁ τόπος καλεῖται, εἴθʼ ὅτι σκόπελος ἦν ἀπορρώξ, εἴθʼ ὅτι κατὰ τοῦτον ἡ γῆ τὸν τόπον ἐρράγη

v.4p.291
καὶ διέστησεν ἀπὸ τῆς Ἰταλίας τὴν ἀντικρὺ Σικελίαν, εἴτε ἀπʼ ἀνδρὸς δυνάστου ταύτην ἔχοντος τὴν προσηγορίαν. Ambr.