Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπέμψαμέν σε, ὦ Φαβρίκιε, πρεσβευτὴν σὺν ἑτέροις δυσὶν ὑπατικοῖς ἀνδράσι πρὸς βασιλέα Πύρρον ὑπὲρ αἰχμαλώτων λύσεως διαλεξόμενον· ἥκεις ἀπὸ τῆς πρεσβείας τοὺς μὲν αἰχμαλώτους οὐκ ἄγων οὐδὲ ἄλλο τῇ πόλει φέρων ἀγαθὸν οὐθέν, αὐτὸς δὲ βασιλικὰς δωρεὰς εἰληφὼς μόνος τῶν συναποσταλέντων σοι πρέσβεων, καὶ ἣν ὁ δῆμος ἀπεψηφίσατο

v.4p.309
ποιήσασθαι εἰρήνην, ταύτην ποιήσας μόνος, ἐπʼ οὐθενὶ

τῆς πόλεως ἀγαθῷ· πόθεν γάρ; ἀλλʼ ἵνα προδῷς αὐτὴν τῷ βασιλεῖ, καὶ διὰ σοῦ μὲν ἐκεῖνος ἅπασαν Ἰταλίαν ὑφʼ αὑτῷ ποιήσηται, διʼ ἐκείνου δὲ σὺ τῆς πατρίδος ἀφέλῃ τὴν ἐλευθερίαν. τοῦτο γάρ ἐστιν, ὃ διώκουσιν ἅπαντες οἱ μὴ τὴν ἀληθινήν, ἀλλὰ τὴν προσποιητὸν ἐπιτηδεύσαντες ἀρετήν, ὅταν εἰς ὄγκον καὶ μέγεθος πραγμάτων προέλθωσιν.

εἰ δὲ δὴ μὴ τὸ πρεσβύτερον ἔχων ἀξίωμα, μηδὲ παρὰ τῶν πολεμίων τῆς πατρίδος, μηδʼ ἐπὶ προδοσίᾳ καὶ τυραννίδι τῶν σεαυτοῦ πολιτῶν ἐδωροδόκεις, ἀλλʼ ἰδιώτης ὢν καὶ παρʼ ἀνδρὸς συμμάχου καὶ ἐπʼ οὐδενὶ κακῷ τῆς πόλεως, ἆρʼ οὐ διʼ ἐκεῖνα τῆς μεγάλης ἄξιος εἶ ζημίας, ὅτι διαφθείρεις μὲν τοὺς νέους πλούτου καὶ τρυφῆς καὶ πολυτελείας βασιλικῆς ζῆλον εἰς τοὺς βίους εἰσάγων, οἷς πολλῆς δεῖ σωφροσύνης, εἰ μέλλει σωθήσεσθαι τὰ κοινά·

καταισχύνεις δὲ τοὺς σεαυτοῦ προγόνους, ὧν οὐθεὶς ἐξέβη τοὺς πατρίους ἐθισμοὺς οὐδʼ ἠλλάξατο πλοῦτον αἰσχρὸν ἀντὶ πενίας καλῆς, ἀλλʼ ἅπαντες ἐπʼ αὐτῆς ἔμειναν τῆς μικρᾶς οὐσίας, ἣν σὺ

παραλαβὼν ἐλάττονα ἢ κατὰ σεαυτὸν ἡγήσω· διαφθείρεις δὲ τὴν ἐκ τῶν προτέρων ἐπιτηδευμάτων γενομένην σοι δόξαν, ὡς ἐγκρατὴς καὶ σώφρων καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας κρείττων; ἔπειτα χαιρήσεις κακὸς ἐξ ἀγαθοῦ γενόμενος, ὅτʼ ἔδει σε, καὶ εἰ πρότερον πονηρὸς ἦσθα, πεπαῦσθαι; ἢ τῶν καλῶν τινος

v.4p.310
ἔτι μεθέξεις τῶν ὀφειλομένων τοῖς ἀγαθοῖς, ἀλλʼ οὐκ ἄπει μάλιστα μὲν ἐκ τῆς πόλεως, εἰ δὲ μή γʼ ἐκ τῆς ἀγορᾶς; Ambr.