Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀνήρ τις Ὀβλάκος ὄνομα, Οὐλσίνιος ἐπίκλησιν, τοῦ Φερεντανῶν ἔθνους ἡγεμών, ὁρῶν τὸν Πύρρον οὐ μίαν ἔχοντα στάσιν, ἀλλὰ πᾶσι τοῖς μαχομένοις ὀξέως ἐπιφαινόμενον, προσεῖχεν ἐκείνῳ μόνῳ τὸν νοῦν, καὶ ὅποι παριππεύοι τὸν ἴδιον ἀντιπαρῆγεν ἵππον·

καί τις ἰδὼν αὐτὸν τῶν μετὰ τοῦ βασιλέως, Λεοννᾶτος Λεοφάντου Μακεδών, ὑποπτεύει τε καὶ δείξας τῷ Πύρρῳ λέγει· τοῦτον τὸν ἄνδρα φυλάττου, βασιλεῦ· πολεμιστὴς γὰρ ἄκρος ταὶ οὐκ ἐφʼ ἑνὸς ἑστηκὼς τόπου μάχεται, σὲ δὲ παρατηρεῖ καὶ τέτακεν ἐπὶ

σοὶ τὸν νοῦν. τοῦ δὲ βασιλέως λέγοντος· τί δʼ ἄν με δράσειεν εἷς ὢν τοσούτους ἔχοντα περὶ ἐμαυτόν; καί τι καὶ νεανιευομένου περὶ τῆς ἑαυτοῦ ῥώμης, ὡς εἰ καὶ συνέλθοι πρὸς ἕνα μόνος οὐκ ἄπεισιν ὀπίσω χαίρων, λαβὼν ὃν ἀνέμενε καιρὸν ὁ Φερεντανὸς Ὀβλάκος ἐλαύνει σὺν τοῖς περὶ αὐτὸν εἰς μέσην τὴν βασιλικὴν ἴλην· διακόψας δὲ τὸ στίφος τῶν πέριξ ἱππέων ἐπʼ αὐτὸν ἐφέρετο τὸν βασιλέα, διαλαβὼν ἀμφοτέραις

v.4p.300

ταῖς χερσὶ τὸ δόρυ· κατὰ τὸν αὐτὸν δὲ χρόνον ὁ μὲν Λεοννᾶτος, ὁ προειπὼν τῷ Πύρρῳ φυλάττεσθαι τὸν ἄνδρα, μικρὸν ἐκνεύσας εἰς τὰ πλάγια τὸν ἵππον αὐτοῦ παίει τῷ ξυστῷ διὰ τῆς λαγόνος, ὁ δὲ Φερεντανὸς ἤδη καταφερόμενος τὸν τοῦ βασιλέως διὰ τοῦ στήθους ἐλαύνει, καὶ συγκαταπίπτουσι τοῖς ἵπποις ἀμφότεροι.

τὸν μὲν οὖν βασιλέα τῶν σωματοφυλάκων ὁ πιστότατος ἐπὶ τὸν ἴδιον ἵππον ἀναβιβάσας ἐξελαύνει, τὸν δὲ Ὀβλάκον μέχρι πολλοῦ διαγωνισάμενον, ἔπειτα ὑπὸ πλήθους τῶν τραυμάτων καταπονηθέντα, τῶν ἑταίρων τινὲς ἀράμενοι μεγάλου περὶ

τὸν νεκρὸν ἀγῶνος γενομένου διακομίζουσιν. ἐκ τότε δὲ ὁ βασιλεύς, ἵνα μὴ διάσημος εἴη τοῖς πολεμίοις, τὴν μὲν ἰδίαν χλαμύδα, ἣν ἐν ταῖς μάχαις εἰώθει φορεῖν, ἁλουργῆ τε οὖσαν καὶ χρυσόπαστον, καὶ τὸν ὁπλισμὸν πολυτελέστερον ὄντα τῶν ἄλλων τῆς τε ὕλης ἕνεκα καὶ τῆς τέχνης, τὸν πιστότατον τῶν ἑταίρων καὶ κατὰ τοὺς ἀγῶνας ἀνδρειότατον Μεγακλῆν ἐκέλευσεν ἐνδῦναι, τὴν δὲ φαιὰν ἐκείνου χλαμύδα καὶ τὸν θώρακα καὶ τὴν ἐπὶ τῇ κεφαλῇ καυσίαν αὐτὸς ἔλαβεν· ὅπερ αἴτιον αὐτῷ τῆς σωτηρίας ἔδοξε γενέσθαι. Ambr.