Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ τῶν Ῥωμαίων ὕπατοι πᾶσαν τὴν μεταξὺ γῆν ἀδεῶς διελθόντες τῶν μὲν οὐκ ἐναντιουμένων, τῶν δὲ συμπροπεμπόντων — πολλαὶ δʼ εἰσὶ δυσχωρίαι κατὰ τὴν ἐκ Ῥώμης εἰς Καμπανίαν ἄγουσαν ὁδὸν ὄρεσί τε καὶ τέλμασι καὶ θαλάτταις καὶ ποταμοῖς ναυσιπόροις διακλειόμεναι, ἃς οὐ ῥᾴδιον ἦν διελθεῖν ὑπὸ τῶν πολεμίων προκαταληφθείσας —

καί τινα καὶ ποταμόν, ὃς διὰ τῆς Κασιλίνων χώρας καὶ πόλεως φέρεται, τριάκοντα τῆς Καπύης ἀπέχοντα στάδια, Οὐολτοῦρνον ὄνομα, τεττάρων οὐκ ἐλάττω πλέθρων ὄντα τὸ πλάτος, ξυλίνῃ γεφύρᾳ διαβάντες, ἣν ἐν τρισὶ κατεσκεύασαν ἡμέραις, διεξῄεσαν, ἵνα τοῖς μὲν τὰ σφέτερα φρονοῦσι Καμπανοῖς θάρσος ὡς τὰ κράτιστα προῃρημένοις ἐγγένηται, τοῖς δὲ τἀναντία δέος.

καὶ προελθόντες ἐπέκεινα τῆς πόλεως ἀπὸ τετταράκοντα σταδίων Καπύης στρατοπεδεύονται ἐν ὑψηλῷ τόπῳ θέντες τὸν χάρακα, ἔνθα ὑπομένοντες τὰς παρὰ Σαυνιτῶν ἀγοράς τε καὶ συμμαχίας ἐκαραδόκουν. οἱ δʼ ἄρα ὑπισχνοῦντο μὲν αὐτοῖς πλείω τῶν ἱκανῶν, ἐπήρκουν δʼ οὐδὲν ὅτι καὶ λόγου ἄξιον, στρατιάν τʼ ἀγείρειν ἐκ πάσης πόλεως σκηπτόμενοι κατέτριβον

v.4p.267

τοὺς χρόνους. ἀπογνόντες δὴ τῆς ἐκεῖθεν ἐπικουρίας καὶ τὰς μὲν ἑαυτῶν δυνάμεις ὁρῶντες οὐθὲν ἰσχύος ἐκ τοῦ χρόνου προσλαμβανούσας, τὰς δὲ τῶν πολεμίων μακρῷ πλείους γιγνομένας, ἐπὶ τὰ ἔργα χωρεῖν ἔγνωσαν.

ἐνθυμούμενοι δʼ ὅτι πολὺ τῆς στρατιᾶς ἐστι τὸ δυσάγωγον καὶ ταῖς ἐπιταγαῖς τῶν ἡγεμόνων ἀπειθές, ὡς ἐν ἄλλαις τε πολλαῖς πείραις ἐδήλωσε καὶ τὰ τελευταῖα ἐν τῇ Καμπανικῇ παραχειμασίᾳ, ἀφʼ ἧς εἰς τοσαύτην ἀπόνοιαν ἦλθον αὐτῶν τινες, ὥστε καὶ πόλεσιν ἐπιθέσθαι καὶ τὸν ὕπατον καταλιπεῖν καὶ κατὰ τῆς πατρίδος ὅπλα ἀναλαβεῖν, τούτους ᾤοντο δεῖν πρῶτον ἀποδεῖξαι σωφρονεστέρους, δεινότερον ποιήσαντες αὐτοῖς τὸν ἀπὸ τῶν ἡγεμόνων φόβον ἢ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον.

ταῦτα διανοηθέντες ἐκκλησίαν συνῆγον, καὶ λέγει Μάλλιος· ζήτει ἐν τῷ περὶ στρατηγημάτων καὶ δημηγοριῶν. περὶ τοῦ υἱοῦ Μαλλίου τοῦ μονομαχήσαντος. εσξορ.