Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ πολὺς ἐγεγόνει τῇ μάχῃ χρόνος, ὁ μὲν Κελτὸς φέρων ἐπὶ τὸν Οὐαλέριον τὴν μάχαιραν ὡς διὰ τῆς προβολῆς εἰς τὰ πλευρὰ βάψων, ἔπειτʼ

v.4p.260
ἐπιπτάντος αὐτῷ τοῦ κόρακος καὶ τὰς ὄψεις ὀρύττοντος ἀνέτεινε τὸν θυρεὸν ὡς ἀπελάσων τὸν ὄρνιν· ὁ δὲ Ῥωμαῖος ἔτι μετεωρίζοντος τὸ ὅπλον ἀκολουθήσας κάτωθεν ὑποφέρει τὸ ξίφος καὶ ἀναιρεῖ τὸν Κελτόν.

ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττον. Ambr.