Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ζέας τὴν ἐφήμερον ἀνδρὸς ἑκάστου τροφήν. περὶ δὲ τῶν ἐν ἐκείνῳ τῷ τόπῳ τὴν φυλακὴν ἐκλιπόντων,

v.4p.243
καθʼ ὃν ἀνέβησαν οἱ Κελτοί, ζητήσεως γενομένης ὅ τι χρὴ ποιεῖν, ἡ μὲν βουλὴ θάνατον ἁπάντων κατεψηφίσατο, ὁ δὲ δῆμος ἐπιεικέστερος γενόμενος ἑνὸς τοῦ

ἡγεμόνος αὐτῶν ἠρκέσθη τῇ κολάσει. ἵνα δὲ φανερὸς γένοιτο τοῖς βαρβάροις ὁ θάνατος αὐτοῦ, δεθεὶς τὰς χεῖρας ὀπίσω κατὰ τοῦ κρημνοῦ βάλλεται πρὸς αὐτούς. ἐκείνου δὲ τιμωρηθέντος οὐδὲν ἔτι ῥᾴθυμον ἦν τῶν περὶ τὰς φυλακάς, ἀλλὰ παννύχιοι διετέλουν ἅπαντες ἐγρηγορότες, ὥστε τοὺς Κελτοὺς ἀπογνόντας δι’ ἀπάτης ἢ κλοπῆς καθέξειν τὸ φρούριον περὶ λύτρων διαλέγεσθαι, ἃ τοῖς βαρβάροις δόντες κομιοῦνται τὴν πόλιν. Ambr.