Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ Κελτοὶ οὔτε οἶνον ἀμπέλινον εἰδότες τηνικαῦτα οὔτε ἔλαιον, οἷον αἱ παρʼ ἡμῖν ἐλαῖαι φέρουσιν, ἀλλʼ οἴνῳ μὲν χρώμενοι κριθῆς σαπείσης ἐν ὕδατι χυλῷ δυσώδει, ἐλαίῳ δὲ συείῳ στέατι πεπαλαιωμένῳ τήν τε ὀδμὴν καὶ τὴν γεῦσιν ἀτόπῳ, τότε δὲ πρῶτον ἀπολαύσαντες ὧν οὔπω ἐγεύσαντο καρπῶν, θαυμαστὰς ὅσας ἐφʼ ἑκάστῳ ἐλάμβανον ἡδονὰς καὶ τὸν ξένον ἠρώτων, πῶς τε γίνεται τούτων ἕκαστον καὶ

παρὰ τίσιν ἀνθρώποις. ὁ δὲ Τυρρηνὸς πρὸς αὐτούς φησιν, ὅτι γῆ μέν ἐστιν ἡ τούτους ἐκφέρουσα τοὺς καρποὺς πολλὴ καὶ ἀγαθή, νέμονται δὲ αὐτὴν ὀλίγοι τινὲς ἄνθρωποι καὶ τὰ εἰς πόλεμον οὐδὲν ἀμείνους γυναικῶν, ὑπέθετό τε αὐτοῖς μὴ διʼ ὠνῆς αὐτὰ παρʼ ἑτέρων ἔτι λαμβάνειν, ἀλλʼ ἐκβαλόντας τοὺς τότε κυρίους ὡς οἰκεῖα καρποῦσθαι. τούτοις δὴ τοῖς λόγοις οἱ Κελτοὶ πειθόμενοι ἦλθον εἰς Ἰταλίαν καὶ Τυρρηνῶν τοὺς καλουμένους Κλουσίνους, ὅθεν ἦν καὶ ὁ πείσας αὐτοὺς πολεμεῖν. Ambr.