Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Τυρρηνῶν καὶ Φειδηναίων καὶ Οὐιεντανῶν πολεμούντων Ῥωμαίοις καὶ Λάρου Τολουμνίου τοῦ βασιλέως Τυρρηνῶν πανδεινὰ ποιοῦντος κατʼ αὐτῶν χιλίαρχός τις Ῥωμαῖος, Αὖλος Κορνήλιος Κόσσος ἐπί- κλησιν, ἐλαύνει τὸν ἵππον κατὰ τοῦ Τολουμνίου· καὶ ἐπειδὴ ἀγχοῦ ἐγένετο, φέρουσι κατʼ ἀλλήλων τὰ δό-

ρατα. ὁ μὲν οὖν Τολούμνιος τὸν ἵππον αὐτοῦ παίει διὰ τοῦ στήθους, ὃς ἀναχαιτίσας ῥιπτεῖ τὸν ἐπιβάτην· ὁ δὲ Κορνήλιος διὰ θυρεοῦ τε καὶ θώρακος ἐλάσας τὴν αἰχμὴν εἰς τὰ πλευρὰ περιτρέπει τὸν Τολούμνιον ἀπὸ τοῦ ἵππου, καὶ ἔτι διανισταμένου φέρει διὰ

〈τοῦ〉 βουβῶνος τὸ ξίφος. ἀποκτείνας δὲ αὐτὸν καὶ τὰ σκῦλα ἀφελόμενος οὐ μόνον τοὺς ὁμόσε χωροῦντας ἱππεῖς τε καὶ πεζοὺς ἀνέστειλεν, ἀλλὰ καὶ τοὺς ἐπὶ τῶν κεράτων ἀμφοτέρων ἀντέχοντας εἰς ἀθυμίαν καὶ δέος κατέστησεν. Ambr.