Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ ταῦτʼ ἤκουσαν Οὐιεντανοὶ παρʼ αἰχμαλώτου τινός, ἐπικηρυκεύεσθαι πρὸς τοὺς πολιορκοῦντας ἤθελον περὶ καταλύσεως τοῦ πολέμου, πρὶν ἁλῶναι κατὰ κράτος τὴν πόλιν, καὶ ἀποδείκνυνται πρέσβεις οἱ πρεσβύτατοι.

ἀποψηφισαμένης δὲ

v.4p.232
τῆς βουλῆς τῶν Ῥωμαίων τὰς διαλλαγὰς οἱ μὲν ἄλλοι πρέσβεις ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατος ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατος, ἐπιστὰς ταῖς θύραις καὶ περιβλέψας εἰς ἅπαντας τοὺς παρόντας ἐν τῷ συνεδρίῳ· καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπές, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντες ἔχειν τῶν περιοίκων διʼ ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντες ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντες χόλον,

οὔτε τὴν παρʼ ἀνθρώπων ἐντραπέντες νέμεσιν. ἀνθʼ ὧν ὑμῖν δίκη τιμωρὸς ἥξει παρὰ θεῶν εἰς τὰ ὅμοια ζημιοῦσα· Οὐιεντανοὺς γὰρ ἀφελόμενοι τὴν πατρίδα μετʼ οὐ πολὺ τὴν ἑαυτῶν ἀποβαλεῖτε. Ambr.

μετὰ βραχὺ δὲ ἁλισκομένης τῆς πόλεως οἱ μὲν ὁμόσε τοῖς πολεμίοις χωροῦντες ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ πολλοὺς ἀποκτείναντες κατεκόπησαν, οἱ δʼ αὐτοχειρίᾳ σφάξαντες αὑτοὺς διεφθάρησαν· ὅσοις δὲ διʼ ἀνανδρίαν τε καὶ ταπεινότητα ψυχῆς πάντʼ ἐφαίνετο τοῦ τεθνάναι τὰ δεινὰ μετριώτερα, ῥίψαντες τὰ ὅπλα παρεδίδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς. Ambr.