Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀξιῶ δʼ ὑμᾶς, Ἄππιε, τοὺς προεστηκότας τῆς πόλεως καὶ τὸ κοινὸν ἀπὸ τῶν συμφερόντων οὐχὶ τὸ ὑμῖν αὐτοῖς ἰδίᾳ λυσιτελοῦν ὀφείλοντας σκοπεῖν, ἐάν τι τῶν ἀληθῶν μετὰ παρρησίας, ἀλλὰ μὴ καθʼ ἡδονὰς τὰς ὑμετέρας λέγω, μή μοι διὰ τοῦτʼ ἀπεχθάνεσθαι ἐνθυμουμένους, ὅτι οὐκ ἐπὶ λοιδορίᾳ καὶ προπηλακισμῷ τῆς ἀρχῆς ὑμῶν ποιήσομαι τοὺς λόγους,

v.4p.127
ἀλλʼ ἵνα δείξας, ἐν οἵῳ κλύδωνι τὰ πράγματα σαλεύει τῆς πόλεως, τὴν σωτηρίαν καὶ ἐπανόρθωσιν αὐτῶν ἥτις ἔσται φράσω.

ἅπασι μὲν γὰρ ἴσως, ὅσοις τῇ πατρίδι ... δωσιν, ἀναγκαῖός ἐστιν ὁ περὶ τῶν κοινῇ συμφερόντων λόγος, μάλιστα δʼ ἐμοί. πρῶτον μὲν γάρ, ὅτι γνώμης ἄρχειν ἠξίωμαι διὰ τιμήν· αἰσχύνη δὲ καὶ μωρία πολλὴ πρῶτον ἀναστάντα μὴ οὐχ ἃ δεῖ πρῶτον ἐπανορθώσασθαι λέγειν. ἔπειθʼ ὅτι συμβέβηκεν ὄντι θείῳ πρὸς πατρὸς Ἀππίου τοῦ προεστηκότος τῆς δεκαδαρχίας ἥδεσθαί τε πάντων μάλιστα, ὅταν εὖ τὰ κοινὰ ὑπʼ αὐτῶν ἐπιτροπεύηται, καὶ ἀνιᾶσθαι παντὸς ὁτουδήτινος μᾶλλον, ὅταν μὴ καλῶς.

πρὸς δὲ τούτοις ὅτι ταύτην πολιτείας διαδέδεγμαι προαίρεσιν ἐκ προγόνων τὰ κοινὰ συμφέροντα πρὸ τῶν οἰκείων λυσιτελῶν αἱρεῖσθαι καὶ μηδένα κίνδυνον ἴδιον ὑπολογίζεσθαι, ἣν οὐκ ἂν προδοίην ἑκὼν εἶναι δέ μοι ταύτην τοῦ βίου προαίρεσιν καὶ οὐκ ἂν καταισχύναιμι τὰς ἐκείνων τῶν ἀνδρῶν ἀρετάς.

περὶ μὲν οὖν τῆς καθεστώσης πολιτείας, ὅτι πονηρῶς ἡμῖν ἔχει, καὶ δυσχεραίνουσιν ὀλίγου δεῖν πάντες αὐτῇ, μέγιστον ὑμῖν

v.4p.128
γενέσθω τεκμήριον πάντες οἱ τὰ κοινὰ διοικοῦντες ὃ μόνον οὐδʼ ἀγνοεῖν ἔξεστιν ὑμῖν, ὅτι φεύγουσιν ἐκ τῆς πόλεως ὁσημέραι καταλιπόντες τὰς πατρῴας ἑστίας οἱ χαριέστατοι τῶν δημοτικῶν, οἱ μὲν εἰς τὰς πλησιοχώρους πόλεις ἅμα γυναιξὶ καὶ τέκνοις μετατιθέμενοι τὰς οἰκήσεις, οἱ δʼ εἰς τοὺς πλεῖστον ἀπέχοντας τῆς πόλεως ἀγρούς· καὶ οὐδὲ τῶν πατρικίων πολλοὶ τὰς κατʼ ἄστυ ποιοῦνται διατριβὰς ὡς πρότερον, ἀλλὰ καὶ τούτων οἱ πλείους τὸν βίον ἔχουσιν ἐν τοῖς ἀγροῖς.

καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν, ὅτε καὶ τῶν βουλευτῶν ὀλίγοι μέν τινες οἱ κατὰ συγγένειαν ἢ φιλίαν προσήκοντες ὑμῖν ὑπομένουσιν ἐντὸς τείχους, οἱ δʼ ἄλλοι τὴν ἐρημίαν ποθεινοτέραν ἡγοῦνται τῆς πατρίδος; ὅτε γοῦν ἐδέησεν ὑμῖν καλέσαι τὴν βουλήν, ἐκ τῶν ἀγρῶν καθʼ ἕνα καλούμενοι συνῆλθον, οἷς πάτριον ἦν ἅμα ταῖς ἀρχαῖς διὰ φυλακῆς ἔχειν τὴν πατρίδα καὶ

μηδενὸς ἀπολείπεσθαι τῶν κοινῶν. ἆρʼ οὐν τἀγαθὰ φεύγοντας ὑπολαμβάνετε ἀνθρώπους καταλιπεῖν τὰς ἑαυτῶν πατρίδας ἢ τὰ κακά; ἐγὼ μὲν γὰρ οἴομαι τὰ κακά. καίτοι τίνος ἔλαττον οἴεσθʼ εἶναι κακὸν πόλει καὶ ταῦτα τῇ Ῥωμαίων, ᾗ πολλῶν οἰκείων δεῖ σωμάτων, εἰ μέλλει βεβαίως καθέξειν τὴν τῶν προσοίκων ἀρχήν, τὸ καταλείπεσθαι μὲν ὑπὸ τῶν δημοτικῶν, ἐρημοῦσθαι δʼ ὑπὸ τῶν πατρικίων, οὔτε πολέμου κατασχόντος αὐτὴν οὔτε νόσου λοιμικῆς οὔτʼ ἄλλης θεηλάτου συμφορᾶς οὐδεμιᾶς;

v.4p.129