Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτʼ εἰπὼν πρῶτον μὲν ἐκάλει τὸν ἑαυτοῦ θεῖον Γάιον Κλαύδιον. ὁ δʼ ἀναστὰς τοιαύτην διέθετο δημηγορίαν· ἐπειδή με πρῶτον γνώμην ἀποφαίνεσθαι ἀξιοῖ Ἄππιος, ὦ βουλή, τιμῶν διὰ τὸ συγγενές, ὥσπερ αὐτῷ προσήκει, καὶ δεῖ με ἃ φρονῶ περὶ τοῦ πολέμου τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους εἰπεῖν, πρὶν ἀποδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ἐκεῖνο βουλοίμην ἂν ὑμᾶς ἐξετάσαι, τίσιν ἐπαρθέντες ἐλπίσιν Αἰκανοὶ καὶ Σαβῖνοι πόλεμον ἐπενεγκεῖν ἐτόλμησαν ἡμῖν καὶ τὴν χώραν ἐπιόντες λεηλατεῖν, οἱ τέως ἀγαπῶντες καὶ τοῖς θεοῖς πολλὴν χάριν εἰδότες, εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς. ἐὰν γὰρ τοῦτο μάθητε, καὶ τὴν ἀπαλλαγὴν τοῦ πολέμου τοῦ πρὸς αὐτοὺς ἥτις ἔσται κρατίστη μαθήσεσθε.

ἐκεῖνοι τοίνυν ἀκούσαντες,

v.4p.124
ὅτι σεσάλευται καὶ νοσεῖ τὸ πάτριον ἡμῶν πολίτευμα ἐκ πολλοῦ, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν οὔτε ὁ δῆμος εὔνους ἐστὶν οὔτε οἱ πατρίκιοι, καὶ οὐ μάτην ἀκούσαντες — τὸ γὰρ ἀληθὲς οὕτως ἔχει, τὰς δʼ αἰτίας ἐπισταμένοις ὑμῖν οὐδὲν δέομαι λέγειν — ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος ἅμα τοῖς ἐντὸς τείχους κακοῖς, καὶ δόξειε ταῖς ἀρχαῖς δύναμιν ἐξάγειν τὴν προπολεμήσουσαν τῆς γῆς, οὔτε τοὺς πολίτας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἅπαντας ἥξειν ἐκ προθυμίας ὡς πρότερον, ἀπεχθῶς διακειμένους πρὸς τὰς ἀρχάς· οὔτε τοὺς ἡγεμόνας ταῖς ἐκ τῶν νόμων τιμωρίαις χρήσεσθαι κατὰ τῶν μὴ παραγενομένων δεδοικότας, μή τι μεῖζον ἐργάσωνται κακόν, τούς τε ὑπακούσαντας καὶ τὰ ὅπλα λαβόντας ἢ καταλείψειν τὰ σημεῖα ἢ παραμένοντας ἐθελοκακήσειν ἐν τοῖς ἀγῶσιν.

ὧν οὐδὲν ἔξω τοῦ εἰκότος ἤλπισαν· ὅταν μὲν γὰρ ὁμονοοῦσα πόλις ἅπτηται πολέμου, καὶ τὸ αὐτὸ συμφέρον ἅπασι φαίνηται τοῖς τʼ ἄρχουσι καὶ τοῖς ἀρχομένοις, μετὰ προθυμίας ἅπαντες ἐπὶ τὰ δεινὰ χωροῦσι καὶ οὔτε πόνον οὔτε κίνδυνον οὐδένα ὀκνοῦσιν.

ὅταν δὲ νοσοῦσα ἐν αὑτῇ, πρὶν ἢ τὰ ἔνδον καταστήσασθαι, τοῖς ὑπαιθρίοις ὁμόσε χωρῇ πολεμίοις, καὶ παραστῇ τῷ μὲν πλήθει λογισμός, ὅτι οὐχ ὑπὲρ οἰκείων ἀγαθῶν κακοπαθοῦσιν, ἀλλʼ ἵνα βεβαιότερον αὐτῶν ἕτεροι ἄρχωσι, τοῖς δʼ ἡγεμόσιν, ὅτι πολέμιον ἔχουσιν οὐχ

v.4p.125
ἧττον τοῦ ἀντιπάλου τὸ οἰκεῖον, νοσεῖ τὰ ὅλα καὶ πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι.

ταῦτʼ ἐστίν, ὦ βουλή, τὰ Σαβίνων τε καὶ Αἰκανῶν ἐνθυμήματα, οἷς πεπιστευκότες ἐμβεβλήκασιν ἡμῶν εἰς τὴν γῆν. ἐὰν μὲν οὖν ἀγανακτήσαντες τῷ καταφρονεῖσθαι πρὸς αὐτῶν ἐπαρθέντων ὡς ἔχομεν ὀργῆς δύναμιν ἐξαγαγεῖν ἐπʼ αὐτοὺς ψηφισώμεθα, δέδοικα μὴ ταῦθʼ ἡμῖν ἃ προὔλαβον ἐκεῖνοι συμβῇ,

μᾶλλον δʼ εὖ οἶδα συμβησόμενα. ἐὰν δὲ τὰ πρῶτα καὶ τἀναγκαιότατα καταστησώμεθα — ταῦτα δʼ ἐστὶν ἥ τʼ εὐκοσμία τοῦ πλήθους καὶ τὸ πᾶσι ταὐτὰ συμφέροντα φαίνεσθαι — ἐξελάσαντες μὲν ἐκ τῆς πόλεως τὴν νῦν ἐπιχωριάζουσαν ὕβριν καὶ πλεονεξίαν, ἀποδόντες δὲ τὸ ἀρχαῖον σχῆμα τῇ πολιτείᾳ, πτήξαντες οἱ νῦν θρασεῖς καὶ τὰ ὅπλα ῥίψαντες ἐκ τῶν χειρῶν ἥξουσιν ὡς ἡμᾶς οὐκ εἰς μακράν, τάς τε βλάβας % ... θούμενοι καὶ περὶ διαλλαγῶν διαλεξόμενοι, ὑπάρξει τε ἡμῖν ὃ πάντες ἂν εὔξαιντο οἱ νοῦν ἔχοντες, χωρὶς ὅπλων διαπεπολεμηκέναι τὸν πρὸς αὐτοὺς πόλεμον.