Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οὗτοι παραλαμβάνουσι πρῶτοι τὴν ἀνθύπατον ἀρχὴν κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι Διφίλου. μετασχόντες δʼ αὐτῆς ἑβδομήκοντα καὶ τρεῖς μόνον ἡμέρας ἀποτίθενται κατὰ τὸν ἀρχαῖον ἐθισμὸν ἑκούσιοι, θεοπέμπτων τινῶν σημείων κωλυτηρίων αὐτοῖς τοῦ

πράττειν τὰ κοινὰ γενομένων. τούτων δὲ τὴν ἐξουσίαν ἀπειπαμένων ἡ βουλὴ συνελθοῦσα μεσοβασιλεῖς ἀποδείκνυσι. καὶ ἐκεῖνοι προειπόντες ἀρχαιρέσια καὶ τῷ δήμῳ τὴν διάγνωσιν ἀποδιδόντες, εἴτε βούλεται χιλιάρχους εἴτε ὑπάτους ἀποδεῖξαι, κρίναντος αὐτοῦ μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς ἐθισμοῖς, ἀπέδοσαν τοῖς βουλομένοις τῶν πατρικίων μετιέναι τὴν ὕπατον ἀρχήν· καὶ γίνονται πάλιν ἐκ τῶν πατρικίων ὕπατοι Λεύκιος Παπίριος Μογιλλᾶνος καὶ Λεύκιος Σεμπρώνιος Ἀτρατῖνος, ἑνὸς

v.4p.211

τῶν ἀποθεμένων τὴν χιλιαρχίαν ἀδελφός. αὗται δύο κατὰ τὸν αὐτὸν ἐνιαυτὸν ἀρχαὶ Ῥωμαίων αἱ τὸ μέγιστον ἔχουσαι κράτος ἐγένοντο· πλὴν οὐκ ἐν ἁπάσαις ταῖς Ῥωμαικαῖς χρονογραφίαις ἀμφότεραι φέρονται, ἀλλʼ ἐν αἷς μὲν οἱ χιλίαρχοι μόνον, ἐν αἷς δʼ οἱ ὕπατοι, ἐν οὐ πολλαῖς δʼ ἀμφότεροι, αἷς ἡμεῖς οὐκ ἄνευ λογισμοῦ συγκατατιθέμεθα, πιστεύοντες δὲ ταῖς ἐκ τῶν ἱερῶν τε καὶ ἀποθέτων βίβλων μαρτυρίαις.

ἄλλο μὲν οὖν οὐδὲν ἐπὶ τῆς τούτων ἀρχῆς οὔτε πολεμικὸν οὔτε πολιτικὸν ἔργον ἱστορίας ἄξιον ἐπράχθη, συνθῆκαι δὲ πρὸς τὴν Ἀρδεατῶν πόλιν ἐγένοντο περὶ φιλίας τε καὶ συμμαχίας· ἐπρεσβεύσαντο γὰρ ἀποτιθέμενοι τὰ περὶ τῆς χώρας ἐγκλήματα παρακαλοῦντες φίλοι Ῥωμαίων γενέσθαι καὶ σύμμαχοι. ταύτας τὰς συνθήκας τὸ τῶν ὑπάτων ἀρχεῖον ἐπεκύρωσε.