Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

θορύβου δέ, ὅπερ εἰκός, ἐπὶ τῇ γνώμῃ γενομένου διὰ τὸ μὴ πᾶσι τοῖς μέρεσιν αὐτῆς εὐαρεστεῖν

v.4p.208
ἀμφοτέρους παρελθὼν ὁ ὕπατος τρίτον ἠρώτα Γάϊον Κλαύδιον, ὃς ἐδόκει τῶν προεστηκότων τῆς ἑτέρας τάξεως τῆς ἐναντιουμένης τοῖς δημοτικοῖς αὐθαδέστατος εἶναι καὶ δυνατώτατος.

οὗτος ἐκ παρασκευῆς διεξῆλθε λόγον κατὰ τῶν δημοτικῶν, πάνθʼ ὅσα ἔδοξε πώποτε ἐναντία τοῖς καλοῖς καὶ πατρίοις ἐθισμοῖς ὑπομιμνήσκων, οὗ κεφάλαιον ἦν, εἰς ὃ κατέσκηπτεν ἡ γνώμη, μηδεμίαν ἀποδιδόναι τῇ βουλῇ διάγνωσιν ὑπὲρ τοῦ νόμου τοὺς ὑπάτους, μήτʼ ἐν τῷ παρόντι χρόνῳ μήθʼ ὕστερον, ὡς ἐπὶ καταλύσει τῆς ἀριστοκρατίας εἰσφερομένου καὶ συγχεῖν μέλλοντος ἅπαντα τὸν κόσμον τῆς πολιτείας.

γενομένου δὲ πρὸς τὴν γνώμην ἔτι πλείονος θορύβου τέταρτος ἀνίσταται κληθεὶς Τίτος Γενύκιος, ἀδελφὸς θατέρου τῶν ὑπάτων· ὃς ὀλίγα διαλεχθεὶς ὑπὲρ τῶν κατεχόντων καιρῶν τὴν πόλιν, ὅτι δυεῖν ἀνάγκη τῶν χαλεπωτάτων θάτερον αὐτῇ συμπεσεῖν, ἢ διὰ τὰς πολιτικὰς ἔριδας καὶ φιλοτιμίας ἰσχυρὰ τὰ τῶν ἐχθρῶν ποιῆσαι πράγματα, ἢ τοὺς ἔξωθεν ἐπιφερομένους ἀποτρέψασθαι βουλομένῃ κακῶς τὸν οἰκεῖον καὶ πολιτικὸν διαλύσασθαι πόλεμον·

ἔφησε, δυεῖν ὄντων κακῶν, ὧν ἀνάγκη θάτερον ἄκοντας ὑπομεῖναι, τοῦτʼ αὐτῷ δοκεῖν εἶναι λυσιτελέστερον, τὸ συγχωρῆσαι τῷ δήμῳ τὴν βουλὴν παρασπάσαί τι τοῦ κόσμου τῆς πατρίου πολιτείας μᾶλλον ἢ τοῖς ἀλλοφύλοις

v.4p.209
τε καὶ πολεμίοις καταγέλαστον ποιῆσαι τὴν πόλιν.

ταῦτʼ εἰπὼν τὴν δοκιμασθεῖσαν ὑπὸ τῶν παραγενηθέντων ἐν τῷ κατʼ οἰκίαν συνεδρίῳ γνώμην εἰσέφερεν, ἣν εἰσηγήσατο Κλαύδιος, ὥσπερ ἔφην, ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἀποδειχθῆναι, τρεῖς μὲν ἐκ τῶν πατρικίων, τρεῖς δʼ ἐκ τῶν δημοτικῶν, ἐξουσίαν ἔχοντας ὑπατικήν· ὅταν δὲ τελῶσιν οὗτοι τὴν ἀρχὴν καὶ καθήκῃ νέας ἀρχὰς ἀποδείκνυσθαι, τὴν βουλὴν καὶ τὸν δῆμον αὖθις συνελθόντας διαγνῶναι, πότερον ὑπάτους ἢ χιλιάρχους βούλονται παραλαβεῖν τὴν ἀρχήν. ὅ τι δʼ ἂν ἅπασι δόξῃ ψῆφον ἐπενέγκασι, τοῦτʼ εἶναι κύριον. ἐπιτελεῖσθαι δὲ τὸ προβούλευμα καθʼ ἕκαστον ἐνιαυτόν.