Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ καθῆκεν ὁ χρόνος, ἐν ᾧ τὸ προβούλευμα ἔδει γενέσθαι, συγκαλέσαντες οἱ ὕπατοι τὴν βουλὴν καὶ πολλὰς ὑπὲρ ὁμονοίας καὶ εὐκοσμίας ποιησάμενοι

v.4p.204
παρακλήσεις πρώτοις ἀπέδωκαν λέγειν τοῖς εἰσηγησαμένοις δημάρχοις τὸν νόμον.

καὶ παρελθὼν εἷς ἐξ αὐτῶν Γάϊος Κανολήιος περὶ μὲν τοῦ δίκαιον ἢ συμφέροντα εἶναι τὸν νόμον οὔτʼ ἐδίδασκεν οὔτʼ ἐμέμνητο· θαυμάζειν δʼ ἔφη τῶν ὑπάτων, ὅτι βεβουλευμένοι τε καὶ κεκρικότες ἤδη κατὰ σφᾶς αὐτοὺς ἃ δεῖ πράττειν, ὥσπερ ἀδοκίμαστον πρᾶγμα καὶ βουλῆς δεόμενον εἰς τὸ συνέδριον ἐπεχείρησαν εἰσφέρειν, καὶ λόγον ἀπέδωκαν ὑπὲρ αὐτοῦ τοῖς προαιρουμένοις, εἰρωνείαν εἰσάγοντες οὔτε ταῖς ἑαυτῶν ἡλικίαις ἁρμόττουσαν, οὔτε τῷ μεγέθει τῆς ἀρχῆς προσήκουσαν.

πονηρῶν τʼ ἀρχὰς ἔφη πολιτευμάτων αὐτοὺς εἰσάγειν ἀπόρρητα βουλευτήρια συνάγοντας ἐν ἰδίαις οἰκίαις, καὶ οὐδʼ ἅπαντας τοὺς βουλευτὰς εἰς ταῦτα παρακαλοῦντας, ἀλλὰ τοὺς σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους. τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους

v.4p.205
οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον.