Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀποψηφισαμένης δὲ τῆς βουλῆς τὸν θρίαμβον ἀγανακτοῦντες οἱ περὶ τὸν Οὐαλέριον καὶ δεινὴν ὕβριν ὑπολαμβάνοντες ὑβρίζεσθαι συνεκάλεσαν εἰς ἐκκλησίαν τὸ πλῆθος· καὶ πολλὰ τῆς βουλῆς κατηγορήσαντες, συναγορευσάντων αὐτοῖς τῶν δημάρχων καὶ νόμον εἰσηγησαμένων, παρὰ τοῦ δήμου λαμβάνουσι τὴν καταγωγὴν τοῦ θριάμβου, πρῶτοι Ῥωμαίων ἁπάντων τοῦτο εἰσηγησάμενοι τὸ ἔθος.

ἐκ δὲ τούτου πάλιν εἰς ἐγκλήματα καὶ διαφορὰς οἱ δημοτικοὶ καθίσταντο πρὸς τοὺς πατρικίους· παρώξυνον δʼ αὐτοὺς οἱ δήμαρχοι καθʼ ἡμέραν ἐκκλησιάζοντες καὶ πολλὰ κατὰ τῆς βουλῆς λέγοντες. ἦν δʼ ἡ μάλιστα ἐρεθίζουσα τοὺς πολλοὺς ὑπόληψις, ἣν ἐκεῖνοι παρεσκεύασαν ἰσχυρὰν γενέσθαι, φήμαις τʼ ἀδεσπότοις καὶ εἰκασμοῖς

v.4p.197
αὐξηθεῖσα οὐκ ὀλίγοις, ὡς καταλυσόντων τῶν πατρικίων τοὺς νόμους, οὓς ἐκύρωσαν οἱ περὶ Οὐαλέριον ὕπατοι· δόξα τʼ ἰσχυρὰ καὶ οὐ πολὺ ἀπέχουσα τοῦ πίστις εἶναι τοὺς πολλοὺς κατεῖχε. καὶ τὰ μὲν ἐπὶ τούτων πραχθέντα τῶν ὑπάτων ταῦτʼ ἦν.