Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπεὶ δʼ αἱ κατὰ πόλιν ἐπαύσαντο ταραχαί, συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι δόγμα κυροῦσιν ἐξάγειν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων. ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ ψηφισθέντα ὑπὸ τῆς βουλῆς Οὐαλέριος μὲν ἅτερος τῶν ὑπάτων τὴν ἡμίσειαν ἔχων τοῦ στρατοῦ μοῖραν ἐξῆγεν ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους· συνῆλθε γὰρ ἀμφότερα τὰ ἔθνη.

ἐπιστάμενος δὲ τοὺς Αἰκανοὺς ἐκ τῶν προτέρων κατορθωμάτων αὔχημα προσειληφότας καὶ εἰς πολλὴν καταφρόνησιν τῆς Ῥωμαίων δυνάμεως προελθόντας, ἔτι μᾶλλον ἐβούλετο ἐπᾶραι καὶ θρασυτέρους ποιῆσαι δόξαν οὐκ ἀληθῆ παρασχών, ὡς ὀρρωδῶν εἰς χεῖρας ἰέναι πρὸς αὐτοὺς καὶ πάντα δεδιότως ἐποίει.

χωρίον τε γὰρ εἰς στρατοπεδείαν ὑψηλὸν καὶ δυσπρόσιτον ἐξελέξατο τάφρον τε βαθεῖαν περιεβάλετο καὶ χάρακας ἤγειρεν ὑψηλούς. προκαλουμένων δὲ τῶν πολεμίων αὐτὸν εἰς μάχην πολλάκις καὶ κακιζόντων

v.4p.193
τὴν ἀνανδρίαν ἠνείχετο μένων ἐφʼ ἡσυχίας. ἐπεὶ δʼ ἔγνω τὴν κρατίστην τῶν πολεμίων δύναμιν ἐπὶ προνομὴν τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐξεληλυθυῖαν, ἐν δὲ τῷ χάρακι φυλακὴν οὔτε πολλὴν καταλειπομένην οὔτʼ ἀγαθήν, τοῦτον εἶναι νομίσας τὸν καιρὸν ἐπιτήδειον ἐξῆγε κεκοσμημένην τὴν στρατιὰν καὶ παρέστησεν ὡς εἰς μάχην.

οὐδενός τʼ ἀντεπιόντος ἐκείνην μὲν τὴν ἡμέραν ἐπεῖχε, τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀποσκευὴν αὐτῶν ἦγεν οὐ σφόδρα ὀχυρὰν οὖσαν. μαθόντες δὲ πολιορκούμενον τὸν χάρακα οἱ προεξεληλυθότες ἐπὶ τὰς προνομὰς ταχέως ἧκον, πλὴν οὐχ ἅμα καὶ ἐν κόσμῳ, σποράδες δὲ καὶ κατʼ ὀλίγους ὡς ἕκαστοι εἶχον ἐπιφαινόμενοι· οἵ τʼ ἐκ τοῦ χάρακος ἐπεὶ τοὺς σφετέρους προσιόντας ἐθεάσαντο, θρασύτεροι γεγονότες ἐξῆλθον ἀθρόοι.

καὶ γίνεται μέγας ἀγὼν καὶ φόνος ἐξ ἀμφοτέρων πολύς, ἐν ᾧ νικήσαντες οἱ Ῥωμαῖοι τούς τε συστάδην μαχομένους ἐτρέψαντο καὶ τοὺς φεύγοντας ἐπιδιώκοντες, οὓς μὲν ἀπέκτειναν, οὓς δʼ αἰχμαλώτους ἔλαβον, τοῦ δὲ χάρακος αὐτῶν κρατήσαντες χρήματα πολλὰ καὶ λείαν ἄφθονον περιεβάλοντο. Οὐαλέριος μὲν δὴ ταῦτα διαπραξάμενος ἀδεῶς ἤδη τὴν γῆν τῶν πολεμίων ἐπιὼν ἐδῄου.