Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ ταῦτʼ ἤκουσαν, ὅσοι μὲν ἦσαν ἀκέραιοί τε καὶ τῶν τὰ δίκαια λεγόντων παράκλητοι τὰς χεῖρας ἄραντες εἰς τὸν οὐρανὸν ἀνέκραγον ὀδυρμῷ

v.4p.174
καὶ ἀγανακτήσει μεμιγμένην κραυγήν, οἱ δὲ τῆς ὀλιγαρχίας κόλακες τὴν ἐπικελεύουσάν τε καὶ θάρσος ἐμποιῆσαι δυναμένην τοῖς κρατοῦσι φωνήν. ἠρεθισμένης δὲ τῆς ἀγορᾶς καὶ παντοδαπῶν γεμούσης λόγων τε καὶ παθῶν σιωπὴν γενέσθαι κελεύσας Ἄππιος ἔλεξεν·

εἰ μὴ παύσεσθε διαστασιάζοντες τὴν πόλιν καὶ ἀντιστρατηγοῦντες ἡμῖν οἱ ταραχώδεις, μηδαμῇ χρήσιμοι μήτʼ ἐν εἰρήνῃ μήτε κατὰ πολέμους, ὑπὸ τῆς ἀνάγκης σωφρονισθέντες εἴξετε. μὴ τούτους οἴεσθε τοὺς ἐπὶ τοῦ Καπετωλίου καὶ τῆς ἄκρας φρουροὺς ἐπὶ τοὺς ἔξωθεν πολεμίους ἡμῖν παρεσκευάσθαι μόνον, ὑμᾶς δὲ τοὺς ἔνδον ὑποκαθημένους καὶ πάντα σήποντας τὰ τῆς πόλεως πράγματα ἐάσειν.

γνώμην δὴ λαβόντες κρείττονα ἧς ἔχετε νῦν ἄπιτε, οἷς μή τι πρᾶγμα, καὶ πράσσετε τὰ ἑαυτῶν, εἰ σωφρονεῖτε· σὺ δʼ ἄγου τὴν παιδίσκην ἔχων, Κλαύδιε, μηδένα δεδοικὼς διʼ ἀγορᾶς·

οἱ γὰρ Ἀππίου σε προπέμψουσι δώδεκα πελέκεις. ὡς δὲ ταῦτʼ εἶπεν, οἱ μὲν ἄλλοι στένοντες καὶ τὰ μέτωπα παίοντες καὶ τὰ δάκρυα κατέχειν οὐ δυνάμενοι παρεχώρουν ἐκ τῆς ἀγορᾶς, ὁ δὲ Κλαύδιος ἀπῆγε τὴν παῖδα τῷ πατρὶ περιπεπλεγμένην καὶ καταφιλοῦσαν καὶ ταῖς ἡδίσταις φωναῖς ἀνακαλοῦσαν. ἐν τοιούτοις δὴ κακοῖς Οὐεργίνιος ὢν ἔργον εἰς νοῦν βάλλεται πατρὶ μὲν ταλαίπωρον καὶ πικρόν, ἐλευθέρῳ δʼ ἀνδρὶ

καὶ μεγαλόφρονι πρέπον. αἰτησάμενος γὰρ ἐξουσίαν ἀσπάσασθαι τὴν θυγατέρα τοὺς τελευταίους ἀσπασμοὺς ἐπʼ ἐξουσίας καὶ διαλεχθῆναι μόνῃ μόνος, ὁπόσα βούλεται,

v.4p.175
πρὶν ἐκ τῆς ἀγορᾶς αὐτὴν ἀπαχθῆναι, συγχωρήσαντος τοῦ στρατηγοῦ καὶ τῶν ἐχθρῶν μικρὸν ἀναχωρησάντων ὑπολαβὼν εἰς τὴν ἐκλυομένην τε καὶ καταρρέουσαν καὶ κατέχουσαν τέως μὲν ἀνεκαλεῖτό τε καὶ κατεφίλει καὶ τὰς λιβάδας ἐξέματτε τῶν δακρύων, ἔπειτα κατὰ μικρὸν ὑπάγων, ὡς ἦν ἐγγὺς ἐργαστηρίου μαγειρικοῦ, μάχαιραν ἐξαρπάσας ἀπὸ τῆς τραπέζης παίει τὴν θυγατέρα διὰ τῶν σπλάγχνων τοσοῦτον εἰπών·

ἐλευθέραν σε καὶ εὐσχήμονα, τέκνον, ἀποστέλλω τοῖς κατὰ γῆς προγόνοις· ζῶσα γὰρ ταῦτα οὐκ ἐξῆν ἔχειν ἀμφότερα διὰ τὸν τύραννον. κραυγῆς δὲ γενομένης ᾑμαγμένην ἔχων τὴν σφαγίδα καὶ αὐτὸς ἀνάμεστος αἵματος γενόμενος, ᾧ προσέφυρεν αὐτὸν ἡ σφαγὴ τῆς κόρης, ἔθει διὰ τῆς πόλεως ἐμμανὴς ἐπὶ

τὴν ἐλευθερίαν τοὺς πολίτας καλῶν. διεκπαισάμενος δὲ τὰς πύλας ἀνέβη τὸν ἵππον, ὃς ἦν παρεσκευασμένος αὐτῷ, καὶ συνέτεινεν ἐπὶ τὸ στρατόπεδον, Ἰκιλίου τε καὶ Νομιτωρίου τῶν ἀγαγόντων αὐτὸν ἐκ τοῦ χάρακος νεανίσκων καὶ τότε συμπροπεμπόντων. ἠκολούθει δʼ αὐτοῖς καὶ ἄλλος ὄχλος δημοτῶν οὐκ ὀλίγος, ὥστε τοὺς σύμπαντας ἀμφὶ τετρακοσίους γενέσθαι.

v.4p.176