Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα καὶ πολλὰ τούτοις ὅμοια παρεχομένων αὐτῶν ἰσχυρὰ καὶ οὐδένα λόγον ἐναντίον δέξασθαι δυνάμενα καὶ πολὺν ἐν ταῖς συμφοραῖς τῆς κόρης ἔλεον καταχεομένων, οἱ μὲν ἄλλοι πάντες, ὅσοι συνήκουον τῶν λόγων, τῆς τε μορφῆς οἶκτον ἐλάμβανον,

ὁπότʼ εἰς τὴν παρθένον ἴδοιεν· καὶ γὰρ ἐν ἐσθῆτι οὖσα πιναρᾷ καὶ κατηφὲς ὁρῶσα καὶ τὸ καλὸν τῶν ὀμμάτων ἐκτήκουσα τὰς ἁπάντων ἥρπαζεν ὄψεις, οὕτως ὑπεράνθρωπός τις ὥρα περὶ αὐτὴν καὶ χάρις ἦν· καὶ τὸ τῆς τύχης ἀνεκλαίοντο παράλογον, εἰς οἵας ὕβρεις καὶ προπηλακισμοὺς ἐλεύσοιτο ἐξ οἵων ἀγαθῶν.

εἰσῄει τʼ αὐτοὺς λογισμός, ὅτι τοῦ περὶ τῆς ἐλευθερίας νόμου καταλυθέντος οὐδὲν ἔσται τὸ κωλῦον καὶ τὰς αὐτῶν γυναῖκας καὶ θυγατέρας τὰ αὐτὰ ἐκείνῃ παθεῖν. ταῦτά τε δὴ καὶ πολλὰ τούτοις ὅμοια ἐπιλογιζόμενοι καὶ πρὸς ἀλλήλους διαλαλοῦντες ἔκλαιον.

ὁ δὲ Ἄππιος, οἷα δὴ

v.4p.172
φύσιν τε οὐ φρενήρης ἀνὴρ καὶ ὑπὸ μεγέθους ἐξουσίας διεφθαρμένος, οἰδῶν τε τὴν ψυχὴν καὶ ζέων τὰ σπλάγχνα διὰ τὸν ἔρωτα τῆς παιδός, οὔτε τοῖς λόγοις τῶν ἀπολογουμένων προσεῖχεν οὔτε τοῖς δάκρυσιν αὐτῆς ἐπεκλᾶτο, τήν τε συμπάθειαν τῶν παρόντων διʼ ὀργῆς ἐλάμβανεν, ὡς αὐτὸς δὴ πλείονος ὢν ἄξιος ἐλέου καὶ δεινότερα ὑπὸ τῆς δεδουλωμένης αὐτὸν εὐμορφίας πεπονθώς.

διὰ δὴ ταῦτα πάντα οἰστρῶν λόγον τε ὑπέμεινεν εἰπεῖν ἀναίσχυντον, ἐξ οὗ καταφανὴς ἐγένετο τοῖς ὑπονοοῦσιν, ὅτι τὸ συκοφάντημα κατὰ τῆς κόρης αὐτὸς ἔγραψε καὶ ἔργον ἐτόλμησε τυραννικὸν πρᾶξαι καὶ ὠμόν.