Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὡς δʼ ἀπηγγέλη ταῦτα τοῖς κατὰ τὴν πόλιν, ὅσοιπερ ἦσαν ἐχθροὶ τῆς ὀλιγαρχίας καὶ οἱ τέως ἀποκρυπτόμενοι τὸ μῖσος, φανεροὺς ἐποίουν αὑτοὺς τότε χαίροντες ἐπὶ ταῖς κακοπραγίαις τῶν στρατηγῶν· καὶ ἦν ἤδη καρτερὰ χεὶρ περὶ τὸν Ὁράτιόν τε καὶ τὸν Οὐαλέριον, οὓς ἔφην ἡγεμόνας εἶναι τῶν ἀριστοκρατικῶν ἑταιρειῶν.
οἱ δὲ περὶ τὸν Ἄππιον τοῖς μὲν ἐπὶ στρατοπέδου συνάρχουσιν ὅπλα τε καὶ χρήματα καὶ σῖτον καὶ τἆλλα ὧν ἐδέοντο ἐπεχορήγουν τά τε δημόσια καὶ ἰδιωτικὰ ἐκ πολλῆς ὑπεροψίας λαμβάνοντες, καὶ ἀντὶ τῶν ἀπολωλότων ἀνδρῶν στρατολογήσαντες ἐξ ἁπάσης φυλῆς τοὺς ὅπλα φέρειν δυναμένους ἀπέστειλαν, ὥστʼ ἐκπληρωθῆναι τοὺς λόχους· τῶν τε κατὰ τὴν πόλιν ἐπιμελῆ φυλακὴν ἐποιοῦντο φρουραῖς τοὺς ἐπικαιροτάτους καταλαμβανόμενοι τόπους, μή τι λάθωσι παρακινήσαντες οἱ μετὰ τοῦ Οὐαλερίου συνεστῶτες.
ἐπέσκηπτόν τε διʼ ἀπορρήτων τοῖς ἐπὶ τῶν στρατοπέδων συνάρχουσι τοὺς ἐναντιουμένους σφίσι διαφθείρειν,
οἱ δὲ ταπεινότατοι φυγῆς ἄρχειν κατηγορηθέντες ἢ τὰ ἀπόρρητα πρὸς τοὺς πολεμίους ἐκφέρειν ἢ τάξιν μὴ φυλάττειν, ἐν τῷ φανερῷ καταπλήξεως ἕνεκα τῶν ἄλλων ἀπώλλυντο. ἐγίνετο δὲ διχόθεν τῶν στρατιωτῶν ὄλεθρος, τῶν μὲν οἰκείων τῆς ὀλιγαρχίας ἐν ταῖς πρὸς τοὺς πολεμίους συμπλοκαῖς διαφθειρομένων, τῶν δὲ τὴν ἀριστοκρατικὴν ποθούντων κατάστασιν ὑπὸ τῶν στρατηγῶν ἀπολλυμένων.