Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ τοῦθʼ οἱ μὲν τῆς ὀλιγαρχικῆς ἑταιρίας σοβαροὶ καὶ θρασεῖς περιῄεσαν ὡς δὴ κρείττους τῶν ἑτέρων γεγονότες καὶ διαπεπραγμένοι μηκέτι καταλυθῆναι σφῶν τὴν δυναστείαν, ἐπειδὰν ἅπαξ ὅπλων καὶ

στρατιᾶς γένωνται κύριοι· οἱ δὲ τὰ βέλτιστα τῷ κοινῷ φρονοῦντες ἀνιαρῶς διακείμενοι καὶ περιφόβως ὡς οὐδενὸς τῶν κοινῶν ἔτι γενησόμενοι κύριοι καὶ διέστησαν εἰς μέρη πολλά, τῶν μὲν ἀγεννεστέρων τὰς

v.4p.148
φύσεις ἅπαντα συγχωρεῖν τοῖς κρατοῦσιν ἀναγκαζομένων καὶ κατανέμειν ἑαυτοὺς εἰς τὰς ὀλιγαρχικὰς ἑταιρίας, τῶν δʼ ἧττον ψοφοδεῶν ἀφισταμένων τῆς ὑπὲρ τῶν κοινῶν φροντίδος καὶ τὸν ἀπράγμονα βίον μεθαρμοττομένων· ὅσοις δὲ πολὺ τὸ γενναῖον ἐν τοῖς τρόποις ἦν, ἰδίας ἑταιρίας κατασκευαζομένων καὶ συμφρονούντων ἐπὶ φυλακῇ τε ἀλλήλων καὶ μεταστάσει τῆς πολιτείας.

τούτων δὲ τῶν ἑταιριῶν ἡγεμόνες ἦσαν οἱ πρῶτοι τολμήσαντες ἐν τῷ συνεδρίῳ περὶ καταλύσεως τῆς δεκαδαρχίας εἰπεῖν, Λεύκιος Οὐαλέριος καὶ Μάρκος Ὁράτιος, φραξάμενοί τε τὰς οἰκίας ὅπλοις καὶ φυλακὴν θεραπόντων καὶ πελατῶν καρτερὰν περὶ ἑαυτοὺς ἔχοντες, ὡς μήτʼ ἐκ τοῦ βιαίου παθεῖν μηθὲν μήτʼ ἐκ τοῦ δολίου.

ὅσοις δʼ οὔτε θεραπεύειν τὴν τῶν κρατούντων ἐξουσίαν βουλομένοις ἦν οὔτε μηδενὸς ἐπιστρέφεσθαι τῶν κοινῶν οὐδʼ ἐν ἀπράκτῳ ζῆν ἡσυχίᾳ καλὸν ἐδόκει, πολεμεῖν τʼ ἀνὰ κράτος οὐ ῥᾴδιον, ἐπεὶ καθαιρεθῆναι δυναστείαν τηλικαύτην ἀνόητον ἐφαίνετο εἶναι, κατέλιπον τὴν πόλιν. ἡγεμὼν δὲ τούτων ἀνὴρ ἦν ἐπιφανὴς Γάιος Κλαύδιος, ὁ τοῦ κορυφαιοτάτου

v.4p.149
τῆς δεκαδαρχίας Ἀππίου θεῖος, ἐμπεδῶν τὰς ὑποσχέσεις, ἃς ἐπὶ τῆς βουλῆς ἐποιήσατο πρὸς τὸν ἀδελφιδοῦν, ὅτʼ αὐτὸν ἀποθέσθαι τὴν ἀρχὴν ἀξιῶν οὐκ ἔπεισεν. ἠκολούθει δʼ αὐτῷ πολὺς μὲν ἑταίρων ὄχλος,

πολὺς δὲ πελατῶν. τούτου δʼ ἀρξαμένου καὶ τὸ ἄλλο πολιτικὸν πλῆθος οὐκέτι λάθρα καὶ κατʼ ὀλίγους, ἀλλʼ ἐκ τοῦ φανεροῦ καὶ ἀθρόον ἐξέλιπε τὴν πατρίδα, τέκνα καὶ γυναῖκας ἐπαγόμενον. οἱ δὲ περὶ τὸν Ἄππιον ἀγανακτοῦντες τοῖς γινομένοις ἐπεβάλοντο μὲν κωλύειν πύλας τʼ ἀποκλείσαντες καὶ ἀνθρώπους τινὰς συναρπάσαντες, ἔπειτα — δέος γὰρ εἰσῆλθεν αὐτοῖς, μὴ πρὸς ἀλκὴν οἱ κωλυόμενοι τράπωνται, καὶ λογισμὸς ὀρθὸς ὡς κρεῖττον εἴη σφίσιν ἐκποδῶν εἶναι τοὺς ἐχθροὺς ἢ μένοντας ἐνοχλεῖν — ἀνοίξαντες τὰς πύλας ἀφῆκαν τοὺς θέλοντας ἀπιέναι, οἰκίας δʼ αὐτῶν καὶ κλήρους καὶ ὅσα ἄλλα ὑπελείπετο ἀδύνατα ὄντα ἐν φυγαῖς φέρεσθαι λειποστρατίαν ἐπενεγκόντες ἐδήμευσαν τῷ λόγῳ, τὸ δʼ ἀληθὲς τοῖς ἑαυτῶν ἑταίροις ὡσανεὶ παρὰ

τοῦ δήμου πριαμένοις ἐχαρίσαντο. ταῦτα δὴ τὰ ἐγκλήματα προστεθέντα τοῖς προτέροις πολλῷ δυσμενεστέρους ἐποίησε πρὸς τὴν δεκαδαρχίαν τοὺς πατρικίους καὶ τοὺς δημοτικούς. εἰ μὲν οὖν μηδὲν ἐπεξήμαρτον ἔτι πρὸς τοῖς εἰρημένοις, δοκοῦσιν ἄν μοι πολὺν ἐπὶ τῆς αὐτῆς ἐξουσίας διαμεῖναι χρόνον· ἡ γὰρ φυλάττουσα τὴν δυναστείαν αὐτῶν στάσις ἔτι διέμενεν ἐν τῇ πόλει,

v.4p.150
διὰ πολλὰς αἰτίας καὶ ἐκ πολλῶν αὐξηθεῖσα χρόνων,

δι’ ἣν ἔχαιρον ἑκάτεροι τοῖς ἀλλήλων κακοῖς· οἱ μὲν δημοτικοὶ τὸ φρόνημα τῶν πατρικίων τεταπεινωμένον ὁρῶντες καὶ τὴν βουλὴν οὐδενὸς ἔτι τῶν κοινῶν οὖσαν κυρίαν, οἱ δὲ πατρίκιοι τὴν ἐλευθερίαν ἀπολωλεκότα τὸν δῆμον καὶ μηδὲ τὴν ἐλαχίστην ἔχοντα ἰσχύν, ἐξ οὗ τὴν δημαρχικὴν ἐξουσίαν αὐτῶν οἱ δέκα ἀφείλαντο· αὐθαδείᾳ δὲ πολλῇ πρὸς ἄμφω τὰ μέρη χρώμενοι καὶ οὔτʼ ἐπὶ στρατοπέδου μετριάζοντες οὔτʼ ἐν τῇ πόλει σωφρονοῦντες ὁμονοῆσαι πάντας ἠνάγκασαν καὶ καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ὅπλων γενηθέντας κυρίους διὰ τὸν πόλεμον.

τὰ δʼ ἁμαρτήματα αὐτῶν τὰ τελευταῖα καὶ διʼ ἃ κατελύθησαν ὑπὸ τοῦ δήμου — τοῦτον γὰρ δὴ μάλιστα προπηλακίζοντες ἐξηγρίωσαν — τοιάδε ἦν.