Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐνίκα δὲ ἡ τῶν εἰς νέωτα μελλόντων ὑπατεύειν γνώμη, ἣν Ἄππιος Κλαύδιος πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς. τούτους δʼ ἄρχειν εἰς ἐνιαυτὸν ἀφʼ ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵ τε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάς τʼ ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ

δέκα τύχωσι τῆς ἀρχῆς. τούτους δὲ τοὺς ἄνδρας ἔκ τε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι. τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν ἥ τε βουλὴ δοκιμάσῃ καὶ ὁ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τά τε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν.