Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦθʼ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει μηκέτι διατρίβειν τὸν πόλεμον. ἦν δʼ ἐν ἐκείναις ταῖς ἡμέραις ἡ τοῦ πολεμεῖν ἐξουσία Ῥωμιλίῳ προσήκουσα, καὶ ὁ τὸ σύνθημα διδοὺς καὶ εἰς τάξιν καθιστὰς ἄρχειν τε καὶ παύεσθαι μάχης τὸν καιρὸν ταμιεύων ἐκεῖνος ἦν· ὃς ἐπειδὴ τὰ σημεῖα ἐκέλευσεν ἀρθῆναι ἐκ τῆς μάχης καὶ προῆγεν ἐκ τοῦ χάρακος τὸν στρατόν, τοὺς μὲν ἄλλους ἔτασσεν ἱππεῖς τε καὶ τοὺς πεζοὺς κατὰ σπείρας ἐν τοῖς ἐπιτηδείοις ἑκάστους τόποις, τὸν δὲ Σίκκιον καλέσας λέγει·

ἡμεῖς μέν, ὦ Σίκκιε, μαχούμεθα τοῖς πολεμίοις ἐνθάδε, σὺ δʼ ἐν ὅσῳ μέλλομεν ἔτι καὶ

v.4p.81
παρασκευαζόμεθα τὰ πρὸς τὸν ἀγῶνα ἀμφότεροι, χώρει τὴν πλαγίαν ἐκείνην ὁδὸν ἐπὶ τὸ ὄρος, ἔνθα ἡ τῶν πολεμίων ἐστὶ παρεμβολή, καὶ μάχην τίθεσο πρὸς τοὺς ἐν τῷ χάρακι, ἵνʼ ἢ περὶ τῷ φρουρίῳ δείσαντες οἱ πρὸς ἡμᾶς μαχόμενοι καὶ βοηθεῖν προθυμούμενοι νῶτά τε δείξωσι καὶ εὐκατέργαστοι γένωνται, καθάπερ εἰκὸς ἐν ἀναχωρήσει ταχείᾳ, καὶ εἰς μίαν ὁδὸν ἅπαντες βιαζόμενοι, ἢ μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν.

οὔτε γὰρ ἡ φυλάττουσα αὐτὸν δύναμις ἀξιόμαχός ἐστιν, ὡς εἰκάσειεν ἄν τις, ἐπὶ τῷ ἐρυμνῷ τοῦ τόπου δοκοῦσα εἶναι πᾶν τὸ ἀσφαλές· ἥ τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτʼ ἄν, ἄνδρες ὀκτακόσιοι πολλῶν ἀθληταὶ πολέμων, τεταραγμένους σκηνοφύλακας ἀπροσδόκητοι προσπεσόντες τῷ τολμηρῷ ἑλεῖν.

καὶ ὁ Σίκκιος ἔφησεν· ἀλλʼ ἔγωγε ἅπαντα μὲν ἕτοιμος ὑπηρετεῖν· τὸ μέντοι ἔργον οὐ ῥᾴδιον ὥσπερ σοι δοκεῖ. ὑψηλή τε γὰρ ἡ πέτρα καὶ ἀπότομος, ἐφʼ ἧς ὁ χάραξ, ὁδόν τε οὐδεμίαν ὁρῶ φέρουσαν ἐπʼ αὐτοὺς ἔξω τῆς μιᾶς, ᾗ καταβήσονται οἱ πολέμιοι πρὸς ἡμᾶς, φυλακήν τʼ εἰκὸς ἀξιόμαχον εἶναι ἐν αὐτῇ· κἂν ὀλίγη δὲ πάνυ καὶ φαύλη τις οὖσα τύχῃ, πρὸς πολλῷ πλείονα ἢ τὴν σὺν ἐμοὶ δύναμιν ἀντέχειν οἵα τε ἔσται, τό τε χωρίον αὐτὸ παρέξει τῇ φυλακῇ τοῦ μὴ ἁλώσεσθαι τὸ ἀσφαλές.

ἀλλὰ μάλιστα μὲν ἀνάθου τὴν γνώμην — ἡ πεῖρα γὰρ ἐπισφαλής — εἰ δὲ πάντως ἔγνωσταί σοι δύο τίθεσθαι μάχας ἐν ἑνὶ καιρῷ, δύναμιν ἀξιόχρεων ἀνδρῶν ἐπιλέκτων τάξον ἀκολουθεῖν μοι σὺν τοῖς πρεσβυτέροις.

v.4p.82
οὐ γὰρ κλέψοντες τὸ χωρίον, ἀλλὰ βίᾳ καὶ φανερῶς ἐξελοῦντες ἄνιμεν.