Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτʼ ἐστίν, ὦ δημόται, τὰ φανερώσαντά με καὶ εἰς ἡγεμονίας προαγαγόντα γενναῖα ἔργα. ἐπεὶ δʼ ὀνόματος ἤδη λαμπροῦ τυγχάνων φανερὸς ἤμην, ἅπαντας ὑπέμενον τοὺς λοιποὺς ἀγῶνας αἰδούμενος τὰς ἐπὶ τοῖς προτέροις ἔργοις τιμὰς καὶ χάριτας ἀφανίσαι. καὶ διετέλεσα πάντα τὸν μεταξὺ χρόνον στρατευόμενος καὶ ταλαιπωρῶν καὶ οὐδένα κίνδυνον δεδιὼς οὐδὲ ὑπολογιζόμενος· ἐξ ὧν ἁπάντων ἀριστεῖα καὶ σκῦλα καὶ στεφάνους καὶ τὰς ἄλλας τιμὰς παρὰ

τῶν ὑπάτων ἔλαβον· ἵνα δὲ συνελὼν εἴπω, μάχας μὲν ἐν τοῖς τετταράκοντα ἔτεσιν, ἐν οἷς διατελῶ στρατευόμενος, ἀμφὶ τὰς ἑκατὸν εἴκοσι μεμάχημαι, τραύματα δὲ πέντε καὶ τετταράκοντα εἴληφα καὶ πάντα ἐμπρόσθια, κατὰ νώτου δʼ οὐθέν. καὶ τούτων δώδεκά ἐστιν, ἃ συνέβη μοι λαβεῖν ἐν ἡμέρᾳ μιᾷ, ὅτε Σαβῖνος Ἑρδώνιος τὴν ἄκραν καὶ τὸ Καπιτώλιον κατελάβετο.

ἀριστεῖα δʼ ἐκ τῶν ἀγώνων ἐξενήνεγμαι τεσσαρεσκαίδεκα μὲν στεφάνους πολιτικούς, οἷς ἀνέδησάν με οἱ σωθέντες ἐν ταῖς μάχαις ὑπʼ ἐμοῦ, τρεῖς δὲ πολιορκητικοὺς πρῶτος ἐπιβὰς πολεμίων τείχεσι καὶ κατασχών, ὀκτὼ δὲ τοὺς ἐκ παρατάξεως, οἷς ὑπὸ τῶν αὐτοκρατόρων ἐτιμήθην· πρὸς δὲ τούτοις ὀγδοήκοντα μὲν καὶ τρεῖς χρυσοῦς στρεπτοὺς περιαυχενίους, ἑξήκοντα δὲ καὶ ἑκατὸν περιβραχιόνια χρύσεα, δόρατα δʼ ὀκτωκαίδεκα,

v.4p.70
φάλαρα δʼ ἐπίσημα πέντε πρὸς τοῖς εἴκοσιν, % ὧν ἐννέα ἦσαν, οὓς μονομαχῆσαί τινα ἡμῶν προκαλεσαμένους ἑκούσιος ὑποστὰς ἐνίκησα.

οὗτος μέντοι Σίκκιος, ὦ πολῖται, ὁ τοσαῦτα μὲν ἔτη στρατευσάμενος ὑπὲρ ὑμῶν, τοσαύτας δὲ μάχας ἀγωνισάμενος, τοσούτοις δὲ τετιμημένος ἀριστείοις, ὁ μηδένα κίνδυνον ὀκνήσας πώποτε μηδʼ ἀπειπάμενος ἄλλῃ ἐν παρατάξεσι καὶ ἐν τειχομαχίαις καὶ ἐν πεζοῖς καὶ ἐν ἱππεῦσι καὶ μετὰ πάντων καὶ σὺν ὀλίγοις καὶ μόνος, καὶ κατατετρωμένος ὅλον τὸ σῶμα, ὁ συγκατακτησάμενος τῇ πατρίδι πολλὴν καὶ ἀγαθὴν γῆν, τοῦτο μὲν ἣν Τυρρηνούς τε παὶ Σαβίνους ἀφείλεσθε, τοῦτο δὲ ἣν Αἰκανῶν καὶ Οὐολούσκων καὶ Πωμεντίνων κρατήσαντες ἔχετε, οὐδὲ τὴν ἐλαχίστην ἔχω μοῖραν ἐξ αὐτῆς λαβών, οὐδʼ ὑμῶν, ὦ δημόται, τῶν τὰ ὅμοια ταλαιπωρησάντων οὐδείς· οἱ δὲ βιαιότατοι τῶν ἐν τῇ πόλει καὶ ἀναιδέστατοι τὴν καλλίστην κατέχουσιν ἐξ αὐτῆς καὶ πολλὰ ἔτη κεκάρπωνται οὔτε δωρεὰν παρʼ ὑμῶν λαβόντες οὔτε χρημάτων πριάμενοι οὔτε ἄλλην δικαίαν κτῆσιν οὐδεμίαν αὐτῆς ἀποδεῖξαι δυνάμενοι.

καὶ εἰ μὲν ἴσα τοῖς ἄλλοις ἡμῖν ταλαιπωρήσαντες, ὅτʼ αὐτὴν ἐκτώμεθα, πλεῖον ἠξίουν ἡμῶν ἔχειν, ἦν μὲν οὐδʼ οὕτω δίκαιον οὐδὲ πολιτικὸν ὀλίγους σφετερίσασθαι

v.4p.71
τὰ κοινά, οὐ μὴν ἀλλʼ εἶχέ γέ τινα λόγον ἡ πλεονεξία τῶν ἀνθρώπων· ὁπότε δʼ οὐθὲν ἔχοντες ἐπιδείξασθαι μέγα καὶ νεανικὸν ἔργον, ἀνθʼ οὗ τὰ ἡμέτερα βίᾳ κατέσχον, ἀναισχυντοῦσι καὶ οὐδʼ ἐξελεγχόμενοι μεθίενται αὐτῶν, τίς ἂν ἀνάσχοιτο;