Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπεὶ δὲ κἀκεῖθεν ἀπηλάθησαν οἱ δήμαρχοι βοήθειαν οὐδεμίαν εὑρόμενοι, ἐσκόπουν αὖθις ὅ τι χρὴ ποιεῖν εἰς τὸν δῆμον ἀφικόμενοι. ἐνίοις μὲν οὖν ἐδόκει καὶ μάλιστα τοῖς ταραχωδεστάτοις ἀπιέναι πάλιν ἐκ τῆς πόλεως τοὺς δημοτικοὺς τὰ ὅπλα ἀναλαμβάνοντας εἰς τὸ ἱερὸν ὄρος, ἔνθα καὶ τὸ πρῶτον ἐστρατοπεδεύσαντο, καὶ τὸν πόλεμον ἐκεῖθεν ὁρμωμένους ποιεῖν πρὸς τοὺς πατρικίους, ἐπειδὴ τὰς συνθήκας ἔλυσαν ἐκεῖνοι τὰς γενομένας αὐτοῖς πρὸς τὸν δῆμον, καταλύοντες τὴν δημαρχικὴν ἐξουσίαν ἐκ τοῦ φανεροῦ.

τοῖς δὲ πλείοσιν ἐδόκει μὴ παραχωρεῖν τῆς πόλεως μηδὲ κοινὰ πάντων ἐγκλήματα ποιεῖν, ὑπὲρ ὧν ἰδίᾳ τινὲς εἰς τοὺς δημάρχους παρενόμησαν, ἐὰν τὰ συγκεχωρημένα τοῖς νόμοις λαμβάνωσιν, οἳ κελεύουσιν ἢ ποινὴν τίνειν ἢ τεθνάναι τοὺς ὑβρίσαντας τὰ τῶν δημάρχων σώματα. τοῖς δὲ χαριεστέροις οὐδέτερον τούτων ἐφαίνετο καλῶς ἔχειν, οὔτε τὴν πόλιν ἐκλιπεῖν οὔτε φόνον ἄκριτον ἐπιτελεῖν, καὶ ταῦτα ὑπάτων, οἷς ἡ μεγίστη ὑπέκειτο ἀρχή, ἀλλʼ εἰς τοὺς συναγωνιζομένους

v.4p.66
αὐτοῖς μεταφέρειν τὴν ὀργήν, καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας παρʼ ἐκείνων λαμβάνειν.

εἰ μὲν οὖν ἐκείνην τὴν ἡμέραν θυμῷ φερόμενοι δρᾶσαί τι οἱ δήμαρχοι κατὰ τῶν ὑπάτων ἢ τῆς βουλῆς προήχθησαν, οὐθὲν ἂν ἦν τὸ κωλῦσον αὐτὴν ὑφʼ αὑτῆς ἀπολωλέναι τὴν πόλιν· οὕτως ἕτοιμοι πάντες ἦσαν ἐπὶ τὰ ὅπλα καὶ τὸν κατʼ ἀλλήλων πόλεμον. νῦν δʼ ἀναβαλόμενοι τὰ πράγματα καὶ δόντες ἑαυτοῖς χρόνον εἰς ἀμείνω λογισμὸν αὐτοί τε μετριώτεροι ἐγένοντο καὶ τὰς τῶν πολλῶν ὀργὰς ἐπράυναν.

ἔπειτα ταῖς ἑξῆς ἡμέραις τὴν τρίτην ἀπʼ ἐκείνης ἐσομένην ἀγορὰν προειπόντες, ἐν ᾗ τὸν δῆμον συνάξουσι καὶ ζημίαν ἐπιβαλοῦσι τοῖς ὑπάτοις ἀργυρικήν, διέλυσαν τὴν ἐκκλησίαν. ἐπεὶ δὲ πλησίον ἦν ὁ χρόνος, ἀπέστησαν καὶ ταύτης τῆς ἐπιβολῆς τῇ δεήσει τῶν πρεσβυτάτων τε καὶ ἐντιμοτάτων τὴν χάριν ἀνατιθέναι λέγοντες.

καὶ μετὰ ταῦτα συναγαγόντες τὸν δῆμον ἔλεγον, ὅτι τὰς μὲν εἰς ἑαυτοὺς ὕβρεις ἀφείκασι χαρισάμενοι πολλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δεομένοις, οἷς οὐκ ἦν ὅσιον ἀντιλέγειν, ὧν δὲ ὁ δῆμος ἠδικεῖτο κωλυταί τε καὶ τιμωροὶ ἔσεσθαι. προθήσειν γὰρ αὖθις τόν τε περὶ τῆς κληρουχίας νόμον ἔτη τριάκοντα παρειλκυσμένον καὶ τὸν περὶ τῆς ἰσονομίας, ὃν οἱ πρὸ αὐτῶν δήμαρχοι προθέντες οὐκ ἐπεψήφισαν.