Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ μετὰ τοῦτον, ἐν ᾧ τὴν ὕπατον ἀρχὴν παρειλήφεσαν Τίτος Ῥωμίλιος καὶ Γάιος Οὐετούριος, δήμαρχοι δʼ ἦσαν οἱ περὶ Λεύκιον Ἰκίλλιον τὸ δεύτερον ἄρχειν ἑξῆς αἱρεθέντες, οὐχ ἁπλοῦς, ἀλλὰ ποικίλος τις ἐγένετο καὶ μεγάλων μεστὸς πραγμάτων. ἥ τε γὰρ πολιτικὴ στάσις ἤδη μεμαράνθαι δοκοῦσα ὑπὸ τῶν δημάρχων πάλιν ἀνεκινεῖτο, καὶ πόλεμοί τινες ἐκ τῶν ἀλλοεθνῶν ἀνέστησαν, οἳ κακὸν μὲν

v.4p.62
οὐθὲν διαθεῖναι τὴν πόλιν ἠδυνήθησαν, οὐ μικρὰν δὲ ὠφέλειαν τὸ στασιάζον ἀνελόντες ἐξ αὐτῆς.

ἐγκύκλιον γὰρ δὴ τοῦτο καὶ ἐν ἔθει ἦν ἤδη τῇ πόλει πολεμουμένῃ μὲν ὁμονοεῖν, εἰρήνην δὲ ἀγούσῃ στασιάζειν. τοῦτο συνιδόντες ἅπαντες οἱ τὰς ὑπάτους ἀρχὰς παραλαβόντες κατʼ εὐχὰς μὲν εἴ τις ἔξωθεν ἐπανασταίη πόλεμος ἐλάμβανον· ἡσυχαζόντων δὲ τῶν ἀντιπάλων αὐτοὶ κατεσκεύαζον ἐγκλήματα καὶ προφάσεις πολέμων, ἅτε ὁρῶντες διὰ μὲν τοὺς πολέμους μεγάλην καὶ εὐδαίμονα γινομένην τὴν πόλιν, διὰ δὲ

τὰς στάσεις ταπεινὴν καὶ ἀσθενῆ. οἷς ὅμοια γνόντες οἱ τότε ὕπατοι στρατιὰν ἐξάγειν ἔκριναν ἐπὶ τοὺς πολεμίους δεδοικότες, μή τι διὰ τὴν εἰρήνην ἄρξωνται ταράττειν ἀργοὶ καὶ πένητες ἄνθρωποι, τοῦτο μὲν ὀρθῶς ἰδόντες, ὅτι δεῖ περισπᾶσαι τὸν ὄχλον ἐπὶ τοὺς ἔξω πολέμους, τὸ δὲ μετὰ τοῦτο οὐκ ὀρθῶς. δέον γὰρ αὐτοὺς ὡς ἐν νοσούσῃ πόλει μετρίαις χρῆσθαι ταῖς στρατολογίαις ἐπὶ τὸ βίᾳ προσαναγκάζειν τοὺς ἀπειθοῦντας ἐτράποντο, οὔτε παραίτησιν οὔτε συγγνώμην οὐδενὶ διδόντες οὐδεμίαν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις εἴς τε τὰ σώματα καὶ τὰς οὐσίας αὐτῶν πικρῶς χρώμενοι.

ταῦτα ποιούντων αὐτῶν ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ δήμαρχοι τοῦ δημαγωγεῖν τὰ πλήθη· καὶ συναγαγόντες εἰς ἐκκλησίαν τά τʼ ἄλλα τῶν ὑπάτων κατεβόων, καὶ ὅτι πολλοὺς τῶν πολιτῶν ἐκέλευσαν εἰς τὸ δεσμωτήριον ἀπάγειν τὴν

v.4p.63
δημαρχικὴν ἐξουσίαν ἐπικαλεσαμένους, τῆς τε στρατολογίας ἀπολύειν ἔφασαν αὐτοὶ δὴ μόνοι ἐξουσίαν ἐκ τῶν νόμων ἔχοντες. ὡς δʼ οὐθὲν ἐπέραινον, ἀλλʼ ἐπιστρεφεστέρας ἔτι τὰς καταγραφὰς ἑώρων γινομένας,

ἔργοις κωλύειν ἐπεβάλλοντο. ἀμυνομένων δὲ τῶν ὑπάτων καὶ τῷ κράτει τῆς ἀρχῆς ἐρεθισμοί τέ τινες ἐγίνοντο καὶ χειρῶν ἐπιβολαί. συνηγωνίζετο δὲ τοῖς μὲν ὑπάτοις ἡ τῶν πατρικίων νεότης, τοῖς δὲ δημάρχοις ὁ πένης καὶ ἀργὸς ὄχλος.

ἐκείνην μὲν οὖν τὴν ἡμέραν παρὰ πολὺ κρείττους ἐγένοντο τῶν δημάρχων οἱ ὕπατοι, ταῖς δʼ ἑξῆς ἡμέραις πλείονος ὄχλου συρρέοντος εἰς τὴν πόλιν ἐκ τῶν ἀγρῶν, δόξαντες οἱ δήμαρχοι προσειληφέναι χεῖρα ἀξιόμαχον ἐκκλησίας τε συνεχεῖς ἐποιοῦντο καὶ τοὺς ὑπηρέτας κακῶς διακειμένους ἐκ τῶν πληγῶν ἐπεδείκνυσαν καὶ τὴν ἀρχὴν ἔλεγον ἀποθήσεσθαι, εἰ μή τις αὐτοῖς ἔσται παρὰ τοῦ δήμου βοήθεια.