Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μέχρι μὲν δὴ τούτων οἱ πλεῖστοι τῶν συγγραφέων τὰ αὐτὰ ἢ μικρὸν παραλλάττοντες οἱ μὲν ἐπὶ τὸ μυθωδέστερον, οἱ δʼ ἐπὶ τὸ τῇ ἀληθείᾳ ἐοικὸς μᾶλλον ἀποφαίνουσι, περὶ δὲ τῶν ἑξῆς διαφέρονται.

οἱ μὲν γὰρ εὐθὺς ἀναιρεθῆναι λέγουσι τὴν κόρην, οἱ δʼ ἐν εἱρκτῇ φυλαττομένην ἀδήλῳ διατελέσαι δόξαν τῷ δήμῳ παρασχοῦσαν ἀφανοῦς θανάτου. ἐπικλασθῆναι δὲ τὸν Ἀμόλιον εἰς τοῦτο ἱκετευούσης τῆς θυγατρὸς χαρίσασθαι τὴν ἀνεψιὰν αὐτῇ· ἦσαν δὲ σύντροφοί τε καὶ ἡλικίαν ἔχουσαι τὴν αὐτὴν ἀσπαζόμεναί τε ἀλλήλας ὡς ἀδελφάς. χαριζόμενον οὖν ταύτῃ Ἀμόλιον, μόνη δʼ ἦν αὐτῷ θυγάτηρ, θανάτου μὲν ἀπολῦσαι τὴν Ἰλίαν, φυλάττειν δὲ καθείρξαντα ἐν ἀφανεῖ· λυθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον Ἀμολίου τελευτήσαντος.

περὶ μὲν οὖν τῆς Ἰλίας οὕτω διαλλάττουσιν αἱ τῶν παλαιῶν γραφαί, λόγον δʼ ἔχουσιν ὡς ἀληθεῖς ἑκάτεραι. διὰ τοῦτο κἀγὼ μνήμην ἀμφοτέρων ἐποιησάμην, ὁποτέρᾳ δὲ χρὴ πιστεύειν αὐτός τις εἴσεται τῶν ἀναγνωσομένων.

περὶ δὲ τῶν ἐκ τῆς Ἰλίας γενομένων Κόιντος μὲν Φάβιος ὁ Πίκτωρ λεγόμενος, ᾧ Λεύκιός τε Κίγκιος καὶ Κάτων Πόρκιος καὶ Πείσων Καλπούρνιος καὶ τῶν ἄλλων συγγραφέων οἱ πλείους ἠκολούθησαν, γέγραφε· ὡς κελεύσαντος

v.1p.129
Ἀμολίου τὰ βρέφη λαβόντες ἐν σκάφῃ κείμενα τῶν ὑπηρετῶν τινες ἔφερον ἐμβαλοῦντες εἰς τὸν ποταμὸν ἀπέχοντα τῆς πόλεως ἀμφὶ τοὺς ἑκατὸν εἴκοσι σταδίους.

ἐπεὶ δὲ ἐγγὺς ἐγένοντο καὶ εἶδον ἔξω τοῦ γνησίου ῥείθρου τὸν Τέβεριν ὑπὸ χειμώνων συνεχῶν ἐκτετραμμένον εἰς τὰ πεδία, καταβάντες ἀπὸ τοῦ Παλλαντίου τῆς κορυφῆς ἐπὶ τὸ προσεχέστατον ὕδωρ, (οὐ γὰρ ἔτι προσωτέρω χωρεῖν οἷοίτε ἦσαν) ἔνθα πρῶτον ἡ τοῦ ποταμοῦ πλήμη τῆς ὑπωρείας ἥπτετο, τίθενται τὴν σκάφην ἐπὶ τοῦ ὕδατος. ἡ δὲ μέχρι μέν τινος ἐνήχετο, ἔπειτα τοῦ ῥείθρου κατὰ μικρὸν ὑποχωροῦντος ἐκ τῶν περὶ ἔσχατα λίθου προσπταίσει περιτραπεῖσα ἐκβάλλει τὰ βρέφη.