Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Ἀμόλιος ἐπειδὴ παρέλαβε τὴν Ἀλβανῶν βασιλείαν τὸν πρεσβύτερον ἀδελφὸν Νεμέτορα τῷ κατισχῦσαι τῆς πατρίου τιμῆς ἀπείρξας, τά τε ἄλλα κατὰ πολλὴν ὑπεροψίαν τῶν δικαίων ἔδρα καὶ τελευτῶν ἔρημον γένους τὸν οἶκον τοῦ Νεμέτορος ἐπεβούλευσε ποιῆσαι, τοῦ τε δίκην ὑποσχεῖν φόβῳ καὶ ἔρωτι μὴ παυσθῆναί ποτε τῆς ἀρχῆς.

βουλευσάμενος δὲ ταῦτα ἐκ πολλοῦ πρῶτον μὲν τὸν υἱὸν τοῦ Νεμέτορος Αἴγεστον ἄρτι γενειάζοντα φυλάξας ἔνθα ἐκυνηγέτει, προλοχίσας τοῦ χωρίου τὸ ἀφανέστατον, ἐξελθόντα ἐπὶ θήραν ἀποκτείνει καὶ παρεσκεύασε λέγεσθαι μετὰ τὸ ἔργον ὡς ὑπὸ λῃστῶν ἀναιρεθείη τὸ μειράκιον. οὐ μέντοι κρείττων ἡ κατασκευαστὴ δόξα τῆς σιωπωμένης ἀληθείας ἐγένετο, ἀλλὰ πολλοῖς καὶ παρὰ τὸ ἀσφαλὲς ἐτολμᾶτο λέγεσθαι τὸ πραχθέν.

Νεμέτωρ δὲ ᾔδει μὲν τὸ ἔργον, λογισμῷ δὲ κρείττονι τοῦ πάθους χρώμενος ἄγνοιαν ἐσκήπτετο εἰς ἀκινδυνότερον ἀναβαλέσθαι χρόνον τὴν ὀργὴν βουλευσάμενος. Ἀμόλιος δὲ τὰ τοῦ μειρακίου ὑπολαβὼν λεληθέναι δεύτερα τάδε ἐποίει· τὴν θυγατέρα τοῦ Νεμέτορος Ἰλίαν, ὡς δέ τινες γράφουσι Ῥέαν ὄνομα, Σιλουΐαν δʼ ἐπίκλησιν, ἐν ἀκμῇ γάμου γενομένην ἱέρειαν ἀποδείκνυσιν Ἑστίας, ὡς μὴ τάχιον εἰς ἀνδρὸς ἐλθοῦσα τέκῃ τιμωροὺς τῷ γένει. πενταετοῦς δὲ οὐκ ἐλάττω χρόνου ἔδει τὰς ἱερὰς κόρας ἁγνὰς διαμεῖναι γάμων, αἷς ἀνατέθειται

v.1p.124
τοῦ τε ἀσβέστου πυρὸς ἡ φυλακὴ καὶ εἴ τι ἄλλο θρησκεύεσθαι τῷ κοινῷ διὰ παρθένων νόμιμον ἦν.

ἔπραττε δὲ Ἀμόλιος τοῦτο μετʼ ὀνομάτων καλῶν, ὡς τιμὴν τῷ γένει καὶ κόσμον περιτιθεὶς οὔτε αὐτὸς εἰσηγησάμενος τὸν νόμον τόνδε οὔτε κοινῷ ὄντι πρῶτον ἀναγκάσας τῶν ἐν ἀξιώματι χρῆσθαι τὸν ἀδελφόν, ἐν ἔθει δὲ τοῖς Ἀλβανοῖς καὶ ἐν καλῷ ὂν τὰς εὐγενεστάτας ἀποδείκνυσθαι κόρας τῆς Ἑστίας προπόλους. ὁ δὲ Νεμέτωρ αἰσθόμενος οὐκ ἀπὸ τοῦ βελτίστου ταῦτα πράττοντα τὸν ἀδελφὸν ὀργὴν φανερὰν οὐκ ἐποιεῖτο, ἵνα μὴ τῷ δήμῳ ἀπέχθοιτο, ἀπόρρητον δὲ καὶ τοῦτο ἐφύλαττε τὸ ἔγκλημα.