Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὅτι δὲ καὶ τὸ τῶν Τρώων ἔθνος Ἑλληνικὸν ἐν τοῖς μάλιστα ἦν ἐκ Πελοποννήσου ποτὲ ὡρμημένον, εἴρηται μὲν καὶ ἄλλοις τισὶ πάλαι, λεχθήσεται δὲ καὶ πρὸς ἐμοῦ διʼ ὀλίγων. ἔχει δὲ ὁ λόγος περὶ αὐτῶν ὧδε· Ἄτλας γίνεται βασιλεὺς πρῶτος ἐν τῇ καλουμένῃ νῦν Ἀρκαδίᾳ, ᾤκει δὲ περὶ τὸ λεγόμενον Καυκώνιον ὄρος. τούτῳ θυγατέρες ἦσαν ἑπτὰ αἱ νῦν ἐν οὐρανῷ κατηστερίσθαι λεγόμεναι Πλειάδες ἐπίκλησιν, ὧν μίαν μὲν Ἠλέκτραν Ζεὺς γαμεῖ καὶ

γεννᾷ παῖδας ἐξ αὐτῆς Ἴασον καὶ Δάρδανον. Ἴασος μὲν οὖν ἠίθεος μένει, Δάρδανος δὲ ἄγεται γυναῖκα Χρύσην Πάλλαντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Ἰδαῖος καὶ Δείμας. οὗτοι τέως μὲν ἐν Ἀρκαδίᾳ παραλαβόντες τὴν Ἄτλαντος δυναστείαν ἐβασίλευον, ἔπειτα κατακλυσμοῦ γενομένου μεγάλου περὶ τὴν Ἀρκαδίαν τὰ μὲν πεδία ἐξελιμνώθη καὶ πολλοῦ

v.1p.99
χρόνου γεωργεῖσθαι ἀδύνατα ἦν, οἱ δὲ ἄνθρωποι ʽᾤκουν γὰρ ἀνὰ τὰ ὄρη γλίσχρως ποριζόμενοι τὰς τροφάσʼ συμφρονήσαντες ὡς οὐχ ἱκανὴ βόσκειν ἔσται πάντας ἡ περιοῦσα γῆ νέμονται σφᾶς αὐτοὺς διχῇ· καὶ αὐτῶν οἱ μὲν ἐν Ἀρκαδίᾳ ὑπομένουσι βασιλέα καταστησάμενοι Δείμαντα τὸν Δαρδάνου, οἱ δὲ λοιποὶ

ἀπανίστανται Πελοποννήσου στόλῳ μεγάλῳ. ποιούμενοι δὲ τὸν πλοῦν παρὰ τὴν Εὐρώπην εἰς τὸν Μέλανα καλούμενον ἀφικνοῦνται κόλπον καὶ τυγχάνουσιν ἐν νήσῳ τινὶ τῆς Θρᾴκης ὁρμισάμενοι, ἣν οὐκ ἔχω εἰπεῖν εἴτε ἦν οἰκουμένη καὶ πρότερον, εἴτʼ ἔρημος· ᾗ τίθενται τοὔνομα σύνθετον ἔκ τε ἀνδρὸς καὶ τόπου, Σαμοθρᾴκην· τὸ μὲν γὰρ χωρίον τῆς Θρᾴκης, ὁ δὲ οἰκιστὴς Σάμων, υἱὸς Ἑρμοῦ καὶ νύμφης Κυλληνίδος Ῥήνης ὀνομαζομένης.

ἐκεῖ δὲ χρόνον οὐ πολὺν διατρίψαντες, ὡς οὐκ εὐμαρὴς ἦν ὁ βίος αὐτοῖς γῇ τε λυπρᾷ καὶ θαλάττῃ ἀγρίᾳ μαχομένοις, ὀλίγους τινὰς ἐν τῇ νήσῳ λειπόμενοι ἀπανίστανται πάλιν οἱ πλείους εἰς τὴν Ἀσίαν ἔχοντες ἡγεμόνα τῆς ἀποικίας Δάρδανον· Ἴασος γὰρ ἐν τῇ νήσῳ κεραυνῷ πληγεὶς τελευτᾷ Δήμητρος εὐνῆς ὀριγνώμενος οἱ ἔχειν· ποιησάμενοί τε τὴν ἀπόβασιν ἐν τῷ καλουμένῳ νῦν Ἑλλησπόντῳ περὶ τὴν ὕστερον κληθεῖσαν οἰκίζονται Φρυγίαν,

v.1p.100
Ἰδαῖος μὲν ὁ Δαρδάνου μέρος τῆς στρατιᾶς ἔχων ἐν τοῖς ὄρεσιν, ἃ νῦν Ἰδαῖα ἀπʼ ἐκείνου λέγεται, ἔνθα μητρὶ θεῶν ἱερὸν ἱδρυσάμενος ὄργια καὶ τελετὰς κατεστήσατο, αἳ καὶ εἰς τόδε χρόνου διαμένουσιν ἐν ἁπάσῃ Φρυγίᾳ· Δάρδανος δʼ ἐν τῇ καλουμένῃ νῦν Τρωάδι πόλιν ὁμώνυμον αὑτῷ κατασκευάσας, δόντος αὐτῷ τὰ χωρία Τεύκρου βασιλέως, ἀφʼ οὗ Τευκρὶς τὸ ἀρχαῖον ἡ γῆ ἐλέγετο·

τοῦτον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν δήμου Ξυπεταιέως ἄρχοντα καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια. κρατήσαντα δὲ χώρας συχνῆς τε καὶ ἀγαθῆς καὶ οὐ πολὺ τὸ ἐπιχώριον ἐχούσης γένος ἀσμένως τὸν Δάρδανον ἰδεῖν καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικόν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.