Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὄνομα δὲ τῷ κτίσματι Αἰνείας τίθεται Λαουΐνιον, ὡς μὲν αὐτοὶ Ῥωμαῖοι λέγουσιν ἀπὸ τῆς Λατίνου θυγατρός, ᾗ Λαῦναν εἶναί φασι τοὔνομα· ὡς δʼ ἄλλοι

v.1p.96
τινὲς τῶν Ἑλληνικῶν μυθογράφων ἔλεξαν, ἀπὸ τῆς Ἀνίου τοῦ Δηλίων βασιλέως θυγατρός, Λαύνας καὶ τῆς2δε ὀνομαζομένης, ἧς ἀποθανούσης νόσῳ περὶ τὸν οἰκισμὸν τῆς πόλεως πρώτης καὶ ἐν ᾧ ἔκαμε χωρίῳ ταφείσης μνῆμα γενέσθαι τὴν πόλιν. συμπλεῦσαι δʼ αὐτὴν τοῖς Τρωσὶ λέγεται δοθεῖσαν ὑπὸ τοῦ πατρὸς Αἰνείᾳ δεηθέντι μαντικὴν οὖσαν καὶ σοφήν.

λέγεται δὲ κατὰ τὸν πολισμὸν τοῦ Λαουϊνίου σημεῖα τοῖς Τρωσὶ γενέσθαι τοιάδε· πυρὸς αὐτομάτως ἀναφθέντος ἐκ τῆς νάπης λύκον μὲν κομίζοντα τῷ στόματι τῆς ξηρᾶς ὕλης ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ἀετὸν δὲ προσπετόμενον ἀναρριπίζειν τῇ κινήσει τῶν πτερύγων τὴν φλόγα· τούτοις δὲ τἀναντία μηχανωμένην ἀλώπεκα τὴν οὐρὰν διάβροχον ἐκ τοῦ ποταμοῦ φέρουσαν ἐπιρραπίζειν τὸ καιόμενον πῦρ, καὶ τοτὲ μὲν τοὺς ἀνάπτοντας ἐπικρατεῖν, τοτὲ δὲ τὴν ἀποσβέσαι βουλομένην· τέλος δὲ νικῆσαι τοὺς δύο, καὶ τὴν ἑτέραν οἴχεσθαι μηδὲν ἔτι ποιεῖν δυναμένην.

ἰδόντα δὲ τὸν Αἰνείαν εἰπεῖν ὡς ἐπιφανὴς μὲν ἔσται καὶ θαυμαστὴ καὶ γνώσεως ἐπὶ πλεῖστον ἥξουσα ἡ ἀποικία, ἐπίφθονος δὲ τοῖς πέλας αὐξομένη καὶ λυπηρά, κρατήσει δʼ ὅμως τῶν ἀντιπραττόντων κρείττονα τὴν ἐκ τοῦ θείου τύχην λαβοῦσα τοῦ παρʼ ἀνθρώπων ἐναντιωσομένου φθόνου. ταῦτα μὲν δὴ οὕτω περιφανῆ μηνύματα

v.1p.97
λέγεται γενέσθαι τῶν συμβησομένων τῇ πόλει, καὶ ἔστιν αὐτῶν μνημεῖα ἐν τῇ Λαουϊνιατῶν ἀγορᾷ χαλκᾶ εἴδωλα τῶν ζῴων ἐκ πολλοῦ πάνυ χρόνου διατηρούμενα.