Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύτας δὴ τὰς πεπλανημένας, ὥσπερ ἔφην, ὑπολήψεις ἐξελέσθαι τῆς διανοίας τῶν πολλῶν προαιρούμενος καὶ ἀντικατασκευάσαι τὰς ἀληθεῖς, περὶ μὲν τῶν οἰκισάντων τὴν πόλιν, οἵτινες ἦσαν καὶ κατὰ τίνας ἕκαστοι καιροὺς συνῆλθον καὶ τίσι τύχαις χρησάμενοι τὰς πατρίους οἰκήσεις ἐξέλιπον, ἐν ταύτῃ δηλώσω τῇ γραφῇ, διʼ ἧς Ἕλληνάς τε αὐτοὺς ὄντας ἐπιδείξειν ὑπισχνοῦμαι καὶ οὐκ ἐκ τῶν ἐλαχίστων ἢ

φαυλοτάτων ἐθνῶν συνεληλυθότας. περὶ δὲ τῶν πράξεων, ἃς μετὰ τὸν οἰκισμὸν εὐθέως ἀπεδείξαντο, καὶ περὶ τῶν ἐπιτηδευμάτων, ἐξ ὧν εἰς τοσαύτην ἡγεμονίαν προῆλθον οἱ μετʼ αὐτοὺς, ἀπὸ τῆς μετὰ ταύτην ἀρξάμενος ἀναγραφῆς ἀφηγήσομαι, παραλιπὼν οὐδὲν ὅση μοι δύναμις τῶν ἀξίων ἱστορίας, ἵνα τοῖς γε μαθοῦσι τὴν ἀλήθειαν ἃ προσήκει περὶ τῆς πόλεως τῆσδε παραστῇ φρονεῖν, εἰ μὴ παντάπασιν ἀγρίως καὶ δυσμενῶς διάκεινται πρὸς αὐτήν, καὶ μήτε ἄχθεσθαι τῇ ὑποτάξει κατὰ τὸ εἰκὸς γενομένῃ ʽφύσεως γὰρ δὴ νόμος ἅπασι κοινός, ὃν οὐδεὶς καταλύσει χρόνος, ἄρχειν ἀεὶ τῶν ἡττόνων τοὺς κρείττονασʼ μήτε κατηγορεῖν τῆς τύχης, ὡς οὐκ ἐπιτηδείῳ πόλει τηλικαύτην ἡγεμονίαν καὶ τοσοῦτον ἤδη χρόνον προῖκα δωρησαμένης·

μαθοῦσί γε δὴ παρὰ τῆς ἱστορίας, ὅτι μυρίας ἤνεγκεν ἀνδρῶν ἀρετὰς εὐθὺς ἐξ ἀρχῆς μετὰ τὸν οἰκισμὸν,

v.1p.9
ὧν οὔτʼ εὐσεβεστέρους οὔτε δικαιοτέρους οὔτε σωφροσύνῃ πλείονι παρὰ πάντα τὸν βίον χρησαμένους οὐδέ γε τὰ πολέμια κρείττους ἀγωνιστὰς οὐδεμία πόλις ἤνεγκεν οὔτε Ἑλλὰς οὔτε βάρβαρος, εἰ δὴ ἀπέσται τοῦ λόγου τὸ ἐπίφθονον· ἔχει γάρ τι καὶ τοιοῦτον ἡ τῶν παραδόξων καὶ θαυμαστῶν ὑπόσχεσις.

οἱ δὲ σύμπαντες οἱ τοσοῦτο περιθέντες αὐτῇ δυναστείας μέγεθος ἀγνοοῦνται πρὸς Ἑλλήνων, οὐ τυχόντες ἀξιολόγου συγγραφέως· οὐδεμία γὰρ ἀκριβὴς ἐξελήλυθε περὶ αὐτῶν Ἑλληνὶς ἱστορία μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, ὅτι μὴ κεφαλαιώδεις ἐπιτομαὶ πάνυ βραχεῖαι,