Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δʼ ἀληθέστερος, ᾧ πολλοὶ τῶν ἐν ἱστορίας σχήματι τὰς πράξεις αὐτοῦ διηγησαμένων ἐχρήσαντο, τοιός2δε· ὡς στρατηλάτης γενόμενος ἁπάντων κράτιστος τῶν καθʼ ἑαυτὸν Ἡρακλῆς καὶ δυνάμεως πολλῆς ἡγούμενος ἅπασαν ἐπῆλθε τὴν ἐντὸς Ὠκεανοῦ, καταλύων μὲν εἴ τις εἴη τυραννὶς βαρεῖα καὶ λυπηρὰ τοῖς ἀρχομένοις ἢ πόλις ὑβρίζουσα καὶ λωβωμένη τὰς πέλας ἢ μοναὶ ἀνθρώπων ἀνημέρῳ

v.1p.66
διαίτῃ καὶ ξενοκτονίαις ἀθεμίστοις χρωμένων, καθιστὰς δὲ νομίμους βασιλείας καὶ σωφρονικὰ πολιτεύματα καὶ βίων ἔθη φιλάνθρωπα καὶ κοινοπαθῆ· πρὸς δὲ τούτοις Ἕλλησί τε βαρβάρους συγκεραννύμενος καὶ θαλαττίοις ἠπειρώτας, οἳ τέως ἀπίστους καὶ ἀσυναλλάκτους εἶχον ὁμιλίας, ἐρήμῳ τε γῇ πόλεις ἐνιδρυόμενος καὶ ποταμοὺς ἐκτρέπων ἐπικλύζοντας πεδία καὶ τρίβους ἐκτέμνων ἀβάτοις ὄρεσι καὶ τἆλλα μηχανώμενος, ὡς ἅπασα γῆ καὶ θάλαττα κοινὴ ταῖς ἁπάντων χρείαις γενήσοιτο.

ἀφίκετο δὲ εἰς Ἰταλίαν οὐ μονόστολος οὐδὲ ἀγέλην βοῶν ἐπαγόμενος· ʽοὔτε γὰρ ὁ χῶρος ἐν τρίβῳ τοῖς εἰς Ἄργος ἐξ Ἰβηρίας ἀνασκευαζομένοις, οὔτε τοῦ διελθεῖν ἕνεκα τὴν χώραν τοσαύτης ἂν ἠξιώθη τιμῆς·̓ ἀλλʼ ἐπὶ δουλώσει καὶ ἀρχῇ τῶν τῇδε ἀνθρώπων στρατὸν ἄγων πολὺν Ἰβηρίαν ἤδη κεχειρωμένος· διατρῖψαί τε αὐτόθι πλείω χρόνον ἠναγκάσθη τοῦ τε ναυτικοῦ τῇ ἀπουσίᾳ, ἣ ἐγένετο χειμῶνος ἐπιλαβόντος, καὶ τῷ μὴ πάντα τὰ ἔθνη τὰ κατέχοντα Ἰταλίαν προσχωρῆσαι αὐτῷ ἑκούσια.

v.1p.67

χωρὶς γὰρ τῶν ἄλλων βαρβάρων τὸ Λιγύων γένος πολὺ καὶ μάχιμον, ἐπὶ ταῖς παρόδοις τῶν Ἀλπείων ὀρῶν ἱδρυμένον, ἀποκωλύειν ὅπλοις τὰς εἰς2βολὰς αὐτοῦ τὰς εἰς Ἰταλίαν ἐπεχείρησεν, ἔνθα μέγιστος ἀγὼν τοῖς Ἕλλησιν ἐγένετο πάντων αὐτοὺς ἐπιλειπόντων ἐν τῇ μάχῃ τῶν βελῶν. δηλοῖ δὲ τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιητῶν Αἰσχύλος ἐν Προμηθεῖ λυομένῳ. πεποίηται γὰρ αὐτῷ ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῷ τι συμβήσεσθαι ἔμελλε κατὰ τὴν ἐπὶ Γηρυόνην στρατείαν, καὶ δὴ καὶ περὶ τοῦ Λιγυστικοῦ πολέμου ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἔσται διηγούμενος. τὰ δὲ ποιήματα ὧδʼ ἔχει·

ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατὸν, ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει. πέπρωται γάρ σε καὶ βέλη λιπεῖν.