Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔστι δέ τις καὶ ἕτερος λόγος ὑπὸ τῶν ἐπιχωρίων μυθολογούμενος, ὡς πρὸ τῆς Διὸς ἀρχῆς ὁ Κρόνος ἐν τῇ γῇ ταύτῃ δυναστεύσειε, καὶ ὁ λεγόμενος ἐπʼ ἐκείνου βίος ἅπασι δαψιλὴς ὁπόσοις ὧραι φύουσιν οὐ παρʼ ἄλλοις μᾶλλον ἢ παρὰ σφίσι γένοιτο.

καὶ εἴ τις ἄλλως ἀφελῶν τὸ μυθῶδες τοῦ λόγου χώρας ἀρετὴν ἐξετάζειν ἐθελήσειεν, ἐξ ἧς γένος τὸ ἀνθρώπων πλείστας εὐφροσύνας ἐκαρπώσατο γενόμενον εὐθὺς εἴτʼ ἐκ γῆς ὡς ὁ παλαιὸς ἔχει λόγος, εἴτʼ ἄλλως πως, οὐκ ἂν εὕροι ταύτης τινὰ ἐπιτηδειοτέραν. ὡς γὰρ μία γῆ πρὸς ἑτέραν κρίνεσθαι τοσαύτην τὸ μέγεθος, οὐ μόνον τῆς Εὐρώπης, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης κρατίστη κατʼ ἐμὴν δόξαν ἐστὶν Ἰταλία.

καίτοι με οὐ λέληθεν ὅτι πολλοῖς οὐ πιστὰ δόξω λέγειν, ἐνθυμουμένοις Αἴγυπτόν τε καὶ Λιβύην καὶ Βαβυλῶνα καὶ εἰ δή τινες ἄλλοι χῶροί εἰσιν εὐδαίμονες· ἀλλʼ ἐγὼ τὸν

v.1p.57
ἐκ γῆς πλοῦτον οὐκ ἐν μιᾷ τίθεμαι καρπῶν ἰδέᾳ οὐδʼ εἰσέρχεταί με ζῆλος οἰκήσεως, ἐν ᾗ μόνον εἰσὶν ἄρουραι πίονες, τῶν δʼ ἄλλων οὐδὲν ἢ βραχύ τι χρησίμων, ἀλλʼ ἥτις ἂν εἴη πολυαρκεστάτη τε καὶ τῶν ἐπεισάκτων ἀγαθῶν ἐπὶ τὸ πολὺ ἐλάχιστον δεομένη, ταύτην κρατίστην εἶναι λογίζομαι. τοῦτο δὲ τὸ παμφόρον καὶ πολυωφελὲς παρʼ ἡντινοῦν ἄλλην γῆν Ἰταλίαν ἔχειν πείθομαι.