Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὀλίγοις δʼ ὕστερον ἔτεσι μετὰ τοὺς Ἀρκάδας ἄλλος εἰς Ἰταλίαν ἀφικνεῖται στόλος Ἑλληνικὸς ἄγοντος Ἡρακλέους, ὃς Ἰβηρίαν καὶ τὰ μέχρι δυσμῶν ἡλίου πάντα χειρωσάμενος ἧκεν. ἐξ ὧν τινες Ἡρακλέα παραιτησάμενοι τῆς πραγματείας ἀφεθῆναι, περὶ ταῦτα τὰ χωρία ὑπέμειναν καὶ πολίζονται λόφον ἐπιτήδειον εὑρόντες, τρισταδίῳ δὲ μάλιστα μήκει τοῦ Παλλαντίου διειργόμενον, ὅς νῦν μὲν Καπιτωλῖνος ὀνομάζεται, ὑπὸ δὲ τῶν τότε ἀνθρώπων Σατόρνιος ἐλέγετο, ὥσπερ ἂν εἴποι τις Ἑλλάδι φωνῇ Κρόνιος.

τῶν δὲ ὑπολειφθέντων οἱ μὲν πλείους ἦσαν Πελοποννήσιοι, Φενεᾶταί τε καὶ Ἐπειοὶ οἱ ἐξ Ἤλιδος, οἷς οὐκέτι πόθος ἦν τῆς οἴκαδε ὁδοῦ διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ἐν τῷ πρὸς Ἡρακλέα πολέμῳ, ἐμέμικτο δέ τι καὶ Τρωικὸν αὐτοῖς τῶν ἐπὶ Λαομέδοντος αἰχμαλώτων ἐξ Ἰλίου γενομένων ὅτε τῆς πόλεως Ἡρακλῆς ἐκράτησε. δοκεῖ δέ μοι καὶ τοῦ ἄλλου στρατοῦ πᾶν, εἴ τι καματηρὸν ἢ τῇ πλάνῃ ἀχθόμενον ἦν, ἄφεσιν τῆς στρατείας αἰτησάμενον ἐν τῷ χωρίῳ

τῷδε ὑπομεῖναι. τὸ δὲ ὄνομα τῷ λόφῳ τινὲς μὲν

v.1p.54
ὥσπερ ἔφην ἀρχαῖον οἴονται εἶναι, καὶ διʼ αὐτὸ τοὺς Ἐπειοὺς οὐχ ἥκιστα φιλοχωρῆσαι τῷ λόφῳ μνήμῃ τοῦ ἐν Ἤλιδι Κρονίου λόφου, ὅς ἐστιν ἐν τῇ Πισάτιδι γῇ ποταμοῦ πλησίον Ἀλφειοῦ, καὶ αὐτὸν ἱερὸν τοῦ Κρόνου νομίζοντες Ἠλεῖοι θυσίαις καὶ ἄλλαις τιμαῖς συνιόντες γεραίρουσιν ἐν ὡρισμένοις χρόνοις.

Εὔξενος δὲ ποιητὴς ἀρχαῖος καὶ ἄλλοι τινὲς τῶν Ἰταλικῶν μυθογράφων ὑπʼ αὐτῶν οἴονται Πισατῶν διὰ τὴν ὁμοιότητα τοῦ παρὰ σφίσι Κρονίου τεθῆναι τῷ τόπῳ τοὔνομα, καὶ τὸν βωμὸν τῷ Κρόνῳ τοὺς Ἐπειοὺς ἱδρύσασθαι μεθʼ Ἡρακλέους, ὃς ἔτι καὶ νῦν διαμένει παρὰ τῇ ῥίζῃ τοῦ λόφου κατὰ τὴν ἄνοδον τὴν ἀπὸ τῆς ἀγορᾶς φέρουσαν εἰς τὸ Καπιτώλιον, τήν τε θυσίαν, ἣν καὶ ἐπʼ ἐμοῦ Ῥωμαῖοι ἔθυον φυλάττοντες τὸν Ἑλληνικὸν νόμον, ἐκείνους εἶναι τοὺς καταστησαμένους.

ὡς δʼ ἐγὼ συμβαλλόμενος εὑρίσκω, καὶ πρὶν Ἡρακλέα ἐλθεῖν εἰς Ἰταλίαν ἱερὸς ἦν ὁ τόπος τοῦ Κρόνου καλούμενος ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος, καὶ ἡ ἄλλη δὲ ἀκτὴ σύμπασα ἡ νῦν Ἰταλία καλουμένη τῷ θεῷ τούτῳ ἀνέκειτο, Σατορνία πρὸς τῶν ἐνοικούντων ὀνομαζομένη, ὡς ἔστιν εὑρεῖν ἔν τε Σιβυλλείοις τισὶ λογίοις καὶ ἄλλοις χρηστηρίοις ὑπὸ τῶν θεῶν δεδομένοις εἰρημένον, ἱερά τε πολλαχῇ τῆς χώρας ἐστὶν ἱδρυμένα τῷ θεῷ καὶ πόλεις τινὲς οὕτως ὥσπερ ἡ σύμπασα τότε ἀκτὴ ὀνομαζόμεναι χῶροί τε

v.1p.55
πολλοὶ τοῦ δαίμονος ἐπώνυμοι καὶ μάλιστα οἱ σκόπελοι καὶ τὰ μετέωρα·