Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὴν μὲν οὖν ὑπόθεσιν ὅτι καλὴν εἴληφα καὶ μεγαλοπρεπῆ καὶ πολλοῖς ὠφέλιμον οὐ μακρῶν οἶμαι δεήσειν λόγων τοῖς γε δὴ μὴ παντάπασιν ἀπείρως ἔχουσι τῆς κοινῆς ἱστορίας. εἰ γάρ τις ἐπιστήσας τὴν διάνοιαν ἐπὶ τὰς παραδεδομένας ἐκ τοῦ παρεληλυθότος χρόνου πόλεών τε καὶ ἐθνῶν ἡγεμονίας, ἔπειτα χωρὶς ἑκάστην σκοπῶν καὶ παρʼ ἀλλήλας ἐξετάζων διαγνῶναι βουληθείη, τίς αὐτῶν ἀρχήν τε μεγίστην ἐκτήσατο καὶ πράξεις ἀπεδείξατο λαμπροτάτας ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους, μακρῷ δή τινι τὴν Ῥωμαίων ἡγεμονίαν ἁπάσας ὑπερβεβλημένην ὄψεται τὰς πρὸ αὐτῆς μνημονευομένας, οὐ μόνον κατὰ τὸ μέγεθος τῆς ἀρχῆς καὶ κατὰ τὸ κάλλος τῶν πράξεων, ἃς οὔπω κεκόσμηκε λόγος οὐδεὶς ἀξίως, ἀλλὰ καὶ κατὰ τὸ μῆκος τοῦ περιειληφότος αὐτὴν χρόνου μέχρι τῆς καθʼ ἡμᾶς ἡλικίας.

ἡ μὲν γὰρ Ἀσσυρίων ἀρχὴ παλαιά τις οὖσα καὶ εἰς τοὺς μυθικοὺς ἀναγομένη χρόνους ὀλίγου τινὸς ἐκράτησε τῆς Ἀσίας μέρους. ἡ δὲ Μηδικὴ καθελοῦσα τὴν Ἀσσυρίων καὶ μείζονα δυναστείαν περιβαλομένη χρόνον οὐ πολὺν κατέσχεν, ἀλλʼ ἐπὶ τῆς τετάρτης κατελύθη γενεᾶς. Πέρσαι δὲ οἱ

v.1p.4
Μήδους καταγωνισάμενοι τῆς μὲν Ἀσίας ὀλίγου δεῖν πάσης τελευτῶντες ἐκράτησαν, ἐπιχειρήσαντες δὲ καὶ τοῖς Εὐρωπαίοις ἔθνεσιν οὐ πολλὰ ὑπηγάγοντο, χρόνον τε οὐ πολλῷ πλείονα διακοσίων ἐτῶν ἔμειναν ἐπὶ

τῆς ἀρχῆς. ἡ δὲ Μακεδονικὴ δυναστεία τὴν Περσῶν καθελοῦσα ἰσχὺν μεγέθει μὲν ἀρχῆς ἁπάσας ὑπερεβάλετο τὰς πρὸ αὐτῆς, χρόνον δὲ οὐδὲ αὕτη πολὺν ἤνθησεν, ἀλλὰ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον ἤρξατο φέρεσθαι. διασπασθεῖσα γὰρ εἰς πολλοὺς ἡγεμόνας εὐθὺς ἀπὸ τῶν διαδόχων καὶ μετʼ ἐκείνους ἄχρι τῆς δευτέρας ἢ τρίτης ἰσχύσασα προελθεῖν γενεᾶς, ἀσθενὴς αὐτὴ διʼ ἑαυτῆς ἐγένετο καὶ τελευτῶσα ὑπὸ Ῥωμαίων ἠφανίσθη.

καὶ οὐδὲ αὕτη μέντοι πᾶσαν ἐποιήσατο γῆν τε καὶ θάλασσαν ὑπήκοον· οὔτε γὰρ Λιβύης ὅτι μὴ τῆς πρὸς Αἰγύπτῳ οὐ πολλῆς οὔσης ἐκράτησεν, οὔτε τὴν Εὐρώπην ὅλην ὑπηγάγετο, ἀλλὰ τῶν μὲν βορείων αὐτῆς μερῶν μέχρι Θρᾴκης προῆλθε, τῶν δʼ ἑσπερίων μέχρι τῆς Ἀδριανῆς κατέβη θαλάσσης.