Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ ἀπαναστάντες ὡς οὐκέτι τῆς πατρῴας γῆς μεταληψόμενοι, εἰ μὴ κτήσαιντο ἑτέραν, τὴν ὑποδεξαμένην αὐτοὺς εἴτε πρὸς φιλίαν εἴτε ἐν πολέμῳ κρατηθεῖσαν πατρίδα

v.1p.26
ἐποιοῦντο· ὅ τε θεὸς, ᾧ κατονομασθεῖεν ἀπελαυνόμενοι, συλλαμβάνειν αὐτοῖς ὡς τὰ πολλὰ ἐδόκει καὶ παρὰ τὴν ἀνθρωπίνην δόξαν κατορθοῦν τὰς ἀποικίας.

τούτῳ δὴ τῷ νόμῳ χρώμενοι καὶ τότε τῶν Ἀβοριγίνων τινὲς ἀνθούντων ἀνδράσι τῶν χωρίων ʽκτείνειν γὰρ οὐδένα τῶν ἐκγόνων ἠξίουν, ἄγους οὐδενὸς ἔλαττον τοῦτο τιθέμενοἰ, θεῶν ὅτῳ δὴ καθιερώσαντες ἐνιαυσίους γονὰς ἀνδρωθέντας ἀποικίζουσι τοὺς παῖδας ἐκ τῆς σφετέρας, οἳ τοὺς Σικελοὺς ἄγοντές τε καὶ

φέροντες διετέλουν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον. ὡς δʼ ἅπαξ οὗτοι χωρίων τινῶν τῆς πολεμίας ἐκράτησαν, ἐκ τοῦ ἀσφαλεστέρου ἤδη καὶ οἱ λοιποὶ Ἀβοριγῖνες οἱ δεόμενοι γῆς κατὰ σφᾶς ἕκαστοι ἐπεχείρουν τοῖς ὁμόροις καὶ πόλεις ἔκτισαν ἄλλας τέ τινας καὶ τὰς μέχρι τοῦδε οἰκουμένας, Ἀντεμνάτας καὶ Τελληνεῖς καὶ Φικολνέους τοὺς πρὸς τοῖς καλουμένοις Κορνίκλοις ὄρεσι καὶ Τιβουρτίνους, παρʼ οἷς ἔτι καὶ εἰς τόδε χρόνου μέρος τι τῆς πόλεως ὀνομάζεται Σικελικόν· καὶ ἦσαν ἁπάντων μάλιστα τῶν προσοικούντων λυπηροὶ τοῖς Σικελοῖς. ἀνίσταται δὲ ἐκ τούτων τῶν διαφορῶν τοῖς ἔθνεσιν ὅλοις πόλεμος ὅσος οὐδεὶς τῶν πρότερον γενομένων ἐν Ἰταλίᾳ, καὶ προῆλθεν ἄχρι πολλοῦ χρόνου μηκυνόμενος.