Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

φέρε δὴ καὶ τὸ γένος ὅθεν ἦν τὸ τῶν Οἰνώτρων ἀποδείξωμεν, ἕτερον ἄνδρα τῶν ἀρχαίων συγγραφέων παρασχόμενοι μάρτυρα, Φερεκύδην τὸν Ἀθηναῖον, γενεαλόγων οὐδενὸς δεύτερον. πεποίηται γὰρ αὐτῷ περὶ τῶν ἐν Ἀρκαδίᾳ βασιλευσάντων ὅδε ὁ λόγος· Πελασγοῦ καὶ Δηιανείρης γίνεται Λυκάων· οὗτος γαμεῖ Κυλλήνην, Νηίδα νύμφην, ἀφʼ ἧς τὸ ὄρος ἡ Κυλλήνη καλεῖταἰ. ἔπειτα τοὺς ἐκ τούτων γεννηθέντας διεξιὼν καὶ τίνας ἕκαστοι τόπους ᾤκησαν, Οἰνώτρου καὶ Πευκετίου μιμνήσκεται λέγων ὧδε· ʽκαὶ Οἴνωτρος, ἀφʼ οὗ Οἴνωτροι καλέονται οἱ ἐν Ἰταλίῃ οἰκέοντες, καὶ Πευκέτιος, ἀφʼ οὗ Πευκέτιοι καλέονται οἱ ἐν τῷ Ἰονίῳ κόλπᾠ. τὰ

μὲν οὖν ὑπὸ τῶν παλαιῶν εἰρημένα ποιητῶν τε καὶ

v.1p.21
μυθογράφων περί τε οἰκήσεως καὶ γένους τῶν Οἰνώτρων τοιαῦτά ἐστιν· οἷς ἐγὼ πειθόμενος, εἰ τῷ ὄντι Ἑλληνικὸν φῦλον ἦν τὸ τῶν Ἀβοριγίνων, ὡς Κάτωνι καὶ Σεμπρωνίῳ καὶ πολλοῖς ἄλλοις εἴρηται, τούτων ἔγγονον αὐτῶν τῶν Οἰνώτρων ὑποτίθεμαι. τὸ γὰρ δὴ Πελασγικὸν καὶ τὸ Κρητικὸν καὶ ὅσα ἄλλα ἐν Ἰταλίᾳ ᾤκησεν, ὑστέροις εὑρίσκω χρόνοις ἀφικόμενα. παλαιότερον δὲ τούτου στόλον ἀπαναστάντα τῆς Ἑλλάδος εἰς τὰ προσεσπέρια τῆς Εὐρώπης οὐδένα δύναμαι καταμαθεῖν.

τοὺς δὲ Οἰνώτρους τῆς τʼ ἄλλης Ἰταλίας πολλὰ χωρία οἴομαι κατασχεῖν, τὰ μὲν ἔρημα, τὰ δὲ φαύλως οἰκούμενα καταλαβόντας, καὶ δὴ καὶ τῆς Ὀμβρικῶν γῆς ἐστιν ἣν ἀποτεμέσθαι, κληθῆναι δὲ Ἀβοριγῖνας ἐπὶ τῆς ἐν τοῖς ὄρεσιν οἰκήσεως ʽἈρκαδικὸν γὰρ τὸ φιλοχωρεῖν ἐν ὄρεσινʼ, ὡς ὑπερακρίους τινὰς καὶ παραλίους Ἀθήνησιν.

εἰ δέ τινες πεφύκασι μὴ ταχεῖς εἶναι περὶ πραγμάτων παλαιῶν ἀβασανίστως τὰ λεγόμενα δέχεσθαι, μὴ ταχεῖς ἔστωσαν μηδὲ Λίγυας ἢ Ὀμβρικοὺς ἢ ἄλλους τινὰς βαρβάρους αὐτοὺς νομίσαι, περιμείναντες δὲ καὶ τὰ λοιπὰ μαθεῖν κρινέτωσαν ἐξ ἁπάντων τὸ πιθανώτατον.