Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μ΄ ὄψει ἀκρωτήριον
116. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μ΄· ἀλίμενος.
117. Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στέδιοι φ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανές, οἷον ἀσπίς. Ἐπʼ αὐτὴν πλέε τὴν ἄρκτον [ὡς] παραφαίνειν ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπʼ αὐτῇ Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʼ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπʼ αὐτῷ ἡ πόλις ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ι΄ ἀνώτερον τῆς πόλεως.
118. Ἀπὸ Ἀσπίδος [ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι σ΄].
119. [Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι ρκ΄].
120. [Ἀπὸ Μισούας λιμένος] ἐπὶ Θερμὰ στάδιοι ξ΄. κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.
121. Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
122. Ἀπὸ Κάρπης εἰς Μάξυλαν στάδιοι κ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
123. Ἀπὸ Μαξύλων ἐπὶ τὸν Γαλάβραντα στάδιοι ν΄ — ὅρμος ἐστὶν ἕως [τῆς τῶν] ἀμμώδων ἀγωγῆς.
124. Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκ΄· πόλις ἐατὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστίν· [ἐπὶ] δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα. Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιο φν΄.
125. Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγ΄· λιμήν ἐστι παραχειμαστικός· ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.
126. Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔτικα στάδιοι κδ΄· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει ἀσφαλίζου.
127. Ἀπὸ Οὐτίχων ---.
[Λείπει τὰ ἀπὸ Οὐτικων ἕως τῶν Ἡρακλείων στηλῶν καὶ τὰ ἀπʼ Ἀλεξανδρείας ἕως Κάρνῶν.]
128. [Ἀπὸ ---] εἰς Κάρνας στάδιοι κδ΄· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς ἀσφαλῶς κατάγου.
129. Ἀπὸ Καρνῶν ἐπὶ χωρίον ἐπʼ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σ΄.
130. Ἀπὸ ἀκρωτηρίου βαλανεῶν ἐπʼ ἀκρωτήριον Πάλτον στάδιοι ζ΄.
131. Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντος ἐπʼ ἀκρωτήριον Βραχίων σταδ. ι΄.
132. Ἀπὸ δὲ Βαλανεῶν ἄκρας ἐπ᾿ εὐθείας εἰς Πάλτον στάδιοι σ΄. Οἱ πάντες ἐκ Πτολεμαΐδος, παρὰ γῆν παραπλέοντος, εἰςελθεῖν εἰς Πάλτον στάδιοι β.
133. Ἀπὸ Πελτου ἐπὶ χωρίον Παλτηνῶν στάδιοι λ΄.
134. Ἀπὸ Παλτηνῶν ἐπὶ λιμένα κείμενον ἐπʼ αἰγιαλῷ, ἔχοντα καθʼ αὑτὸν φάραγγα, στάδιοι κ΄.