Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
34. Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρν΄· ὅρμος ἐστιν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπʼ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.
35. Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρ΄· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.
36. [Ἀπὸ Μενελάου εἰς Κατανεῖς στάδιοι ---]
37. Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρν΄· ἀπὸ σταδίων ὀκτὼ παράπλεε ἔχει γὰρ βράχη ὑψηλά· ἔχει ὕδωρ.
38. Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκ΄· ὅρμος ἐστὶ θερινός νῆσος δέ ἐστι, καὶ κατʼ αὐτὴν πύργος·
39. [Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετρέντα . στάδιοι ---.]
40. Ἀπὸ τοῦ Μικροῦ Πετράντος εἰς τὸν Βάτραχον στάδιοι λ΄· ὕφορμός ἐστι θερινός ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.
41. Ἀπὸ τοῦ Βατράχου εἰς Πλατεῖαν στάδιοι σν΄· πρὸς τῷ πελάγει κεῖταινῆσος καλουμένη Σιδωνία (ἔχει ὕφορμον θερινὸν φορτηγοῖς) ἀπὸ σταδίων λ΄· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ.
42. Ἀπὸ Πλατείας εἰς τὸν Παλίουρον [στέδιοι ---]· ὕδωρ ἔχει πλατύ.
43. Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι ζ΄· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιε΄.
44. Ἀπὸ τῆς Φαίας εἰς τὸν Διόνυσον στάδιοι ζ΄· τεῦθεν [ἐν] ἀριστερᾷ κατάγου.
45. Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι ζ΄.
46. Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρ΄· ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν.
47. Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια. εἰς Δάρνην στάδιοι ρν΄.
48. Ἀπὸ Δάρνης ἐπὶ τὸ Ζεφύριον στάδιοι ρν΄· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός.
49. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι ο΄· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τῆς Χέρσιος, ἀπέχων σταδίους ι΄, ἔστιν ὅρμος Ἀφροδισιὰς καλούμενος ἔστι δʼ ἐπ᾿ αὐτῷ ἱερὸν Ἀφροδίτης.
50. Ἀπὸ τῆς Χέρσιος ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι ζ΄· κώμη ἐστίν.
51. Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι ο΄· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.
52. Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκ΄. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι γφν΄.