Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

Δεδειγμένων οὖν τούτων, τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγαμένῳ τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε,

428
ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν ἤτοι περίπλουν δηλῶσαί σοι ἀκριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ. Ἀρξάμενος [οὖν] ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος [τὰ τῆς Λιβύης διηγήσομαι ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος] ἕως Διοσκουρίδος, τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ [τὰ] τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ, τῆς πρὸς τῇ Χαλκηδονίῃ κειμένης, μέχρι Ἡρακλεωτικῶν Στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην, γράψω δὲ καὶ τῶν νήσων τὰ ἀπʼ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι, καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς, καὶ ὁπηλίκαι εἰσὶ, καὶ τίσιν ἀνέμοις χρῶνται, καὶ ποῖος ὁ πλοῦς δείξω σοὶ κατὰ ἀλήθειαν.

429

1. Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον — λιμήν ἐστι — στάδιοι β΄.

2. Ἀπὸ Χερσονήσου εἰς Δυσμὰς — (λιμήν ἐστι [φορτηγοῖς] ἀγωγῆς χιλίων οὐ μείζονος) — [στάδιοι] ζ΄.

430

3. Ἀπὸ Δυσμῶν εἰς Πλινθίνην — σάλος ἐστίν· ὁ τόπος ἀλίμενος — στάδιοι ζ΄.

4. Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν — πόλις ἐστὶν ἀλίμενος ἱερὸν τοῦ Ὀσίριδος — στάδιοι ζ΄.

5. Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χιμὼ — κώμη ἐστί· βράχη ἐπιφαινόμενα — στάδιοι ζ΄.

431

6. Ἀπὸ τοῦ Χιμὼ ἐπὶ τὸν Γλαῦκον στάδιοι π΄.

7. Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας — σάλος ἐστὶν ὁ τόπος — στάδιοι π΄.