Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
Δεδειγμένων οὖν τούτων, τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγαμένῳ τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε,
1. Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον — λιμήν ἐστι — στάδιοι β΄.
2. Ἀπὸ Χερσονήσου εἰς Δυσμὰς — (λιμήν ἐστι [φορτηγοῖς] ἀγωγῆς χιλίων οὐ μείζονος) — [στάδιοι] ζ΄.
3. Ἀπὸ Δυσμῶν εἰς Πλινθίνην — σάλος ἐστίν· ὁ τόπος ἀλίμενος — στάδιοι ζ΄.
4. Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν — πόλις ἐστὶν ἀλίμενος ἱερὸν τοῦ Ὀσίριδος — στάδιοι ζ΄.
5. Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χιμὼ — κώμη ἐστί· βράχη ἐπιφαινόμενα — στάδιοι ζ΄.
6. Ἀπὸ τοῦ Χιμὼ ἐπὶ τὸν Γλαῦκον στάδιοι π΄.
7. Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας — σάλος ἐστὶν ὁ τόπος — στάδιοι π΄.
8. Ἀπὸ τῶν Ἀντιφρῶν ἐπὶ τὴν Δέραν — ὕφορμός ἐστι θερινὸς, καὶ ὕδωρ ἔχει — στάδιοι ζ΄.
9. Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεφύριον — λιμήν ἐστι καὶ σάλον ἔχει — στάδιοι υ΄.
10. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Πεζώνην στάδιοι ρι΄. Ἀπὸ --- σταδίων ταύτης σκόπελός ἐστι, καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον, καὶ καλεῖται Τραχεῖα.
11. Ἀπὸ Πεζώνης εἰς Πνιγέα στάδιοι ζ΄· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.
12. Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμ΄· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπʼ αὐτέ· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι.
13. Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζ΄· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.
14. Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κ΄· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους β΄· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις ἐν δὲ τῆ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.