Anonymi (Arriani, ut fertur) periplus ponti Euxini
Pseudo-Arrianus
Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
43. [--- Ὁ Τάναῖς ποταμὸς λέγεται ὁρίζειν ἀπὸ] τῆς Ἀσίας τὴν Εὐρώπην· καὶ ὁρμᾶται μέν ἀπὸ λίμνης εθρο υέειαm. τῆς Μαιώτιδος, ἐσβάλλει δὲ εἰς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου· καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. έαοα. Λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνεσ πρὸς τὸν Προμηθέα ὅτι·
44. Ἡ δὲ Μαιῶτις λίμνη λέγεται εἰς ἥμισυ εἶναι τοῦ Πόντου.
45. Τὸν δὲ Τάναῖν ποταμὸν, ὅς· ἐστι τῆς Ἀσίας ὅρος, τέμνων τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται, δισχίλια στάδια ἐπέχοντες, γινόμενα μίλια σν. εἶτα μετὰ τοὺς Σαρμάτας Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος εἴρηκεν ἐφʼ οἷς καὶ Μαιῶτις λίμνη λέγεται ὡς δὲ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος· τούτοις δὲ ἐπιμεμίχθαι τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν, ἐλθούσας ποτὲ ἀπὸ τῆς περὶ τὸν Θερμώδοντα γενομένης μάχης ἐφ᾿ οἶς ἐπεκλήθησαν οἱ Σαυρομάται Γυναικοκρατούμενοι.
46. Εἶτα ἔστι Φαναγόρου πόλις, Κῆποι πόλις.
47. Εἶτα ἔστι Ἑρμώνασσα Φαναγόρειὰ τε, ἣν Τηίους λέγουσιν οἰκίσαι ποτέ· καὶ Σινδικὸς λιμὴν, ἔχων
49. Τῆς δὲ Εὐρώπης ἐπʼ αὐτοῦ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ἐπωνομασμένον. Ἄνωθεν δὲ τούτων ἡ Σκυθικὴ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσά ἐστι γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. Πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος· εἶτεν Ἀροτῆρας πρόσω, Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον· πρὸς ἀνατολὰς δὲ ἐκβάντι τὸν Βορυσθένην ποταμὸν, τοὺς τήν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω· ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον. πέρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος. Ἐπέκεινα [δὲ] πάλιν ἔρημον εἶναι ἐχομένην. Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος, ἕτερά τε πλείονα οὐ διωνομασμένα, Νομαδικὰ δὲ ἐπικαλούμενα, εὐσεβῆ πάνυ· ὧν οὐδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν· οἰκοφόρα δὲ ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι, Σκυθικαῖς ἱππομολγίαις· ζῶσι δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινήν ἀπάντων, τήν θʼ ὅλην [συν]ουσίαν. Καὶ τὸν σοφὸν δὲ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶ γενέσθαι τῶν σφόδρα εὐσεβεστάτων· καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. Εὐσημότατον δὲ εἶναί φησιν τὸ τῶν Σαυροματῶν καὶ Γελώνων καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος. Ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναῖς, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμα Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφʼ οὑρετριεύς· ὡς δὲ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινὸς, ἧς τὸ πέρας ἐστὶν ἄφραστον. ἐξίησι δὲ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τήν λεγομένην Μαιῶτιν, ἐς τὸν Κιμμερικόν τε Βόσπορον.
50. Τὸ δὲ στόμα τῆς λίμνης λέγεται Βόσπορος. Ἀπὸ δὲ Πορθμίου χωρίου ἤτοι τοῦ στομίου τῆς μαιώτιδος
51. Ἀπὸ δὲ Κιμμερικοῦ εἰς κώμην Καζέκας ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Καζέκας εἰς Θευδοσίαν, πόλιν ἔρημον, ἔχουσαν καὶ λιμένα, στάδιοι σπ΄, μίλια λζ΄, γ΄· καὶ αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις, τῶν Μιλησίων ἔποικος, καὶ μνήμη αὐτῆς ἐστὶν ἐν πολλοῖς συγγράμμασι. Νῦν δὲ λέγεται ἡ Θευδοσία τῆ Ἀλανικῇ ἤτοι τῆ ταυρικῇ διαλέκτῳ Ἀρδάβδα, τουτέστιν ἑπτάθεος. Ἐν ταύτῃ δὲ τῇ Θευδοσίᾳ λέγεταί ποτε καὶ φυγάδας ἐκ τοῦ Βοσπόρου οἰκῆσαι.
52. Ἀπὸ δὲ Θευδοσίας εἰς Ἀθηναιῶνα λιμένα ἤτοι Σκυθοταύρων λιμένα ἔρημον στάδιοι σ΄, μίλια κϚ΄, ∠΄ Ϛ΄.΄ ἐνταῦθα ὅρμος ναυσὶν ἄκλυστος. Ἀπὸ οὖν Ἀθηναιῶνος λιμένος ἤτοι Σκυθοταύρων εἰς Λαμπάδα στάδιοι χ΄, μίλια π΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Λαμπάδος εἰς τὸ Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς, ὑψηλὸν ὄρος, στάδιοι σκ΄, μίλια κθ΄, γ΄.
53. Ἐν ταύτῃ τῇ χώρα τῆς Ταυρικῆς τινες λέγουσιν ἀφικέσθαι ποτὲ κλαπεῖσαν τὴν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. Εἰσὶν δὲ τοῖς ὄχλοις οἱ Ταῦροι συχνοὶ, βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες, τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασι.
54. Ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχουσα Ἑλληνίδα, ἢν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινὸς τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων ἅμα Δηλίοις χερρόνησον οἰκίσαι.
55. Ἀπὸ δὲ Κριοῦ μετώπου εἰς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, ἤτοι Συμβόλων λεγόμενον, στάδιοι τ΄, μίλια μ΄· ἐνταῦθα λιμὴν ἄκλυστος. Ἀπὸ δὲ Συμβόλου λιμένος εἰς Χερρόνησον πόλιν ἤτοι Χερσόνησον τῆς Ταυρικῆς, ἔποικον Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ, στάδιοι ρπ΄, μίλια κδ΄. Ἐνταῦθα ὅρμος καὶ λιμένες καλοί.
56. Ἔχει δὲ παράπλουν τὰ ὅρια τῆς Ταυρικῆς Χερρονήσου ἀπὸ Ἀθηναιῶνος λιμένος μέχρι Καλοῦ λιμένος, σταδίους βχ΄, μίλια τμϚ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ κώμης τῆς Πορθμίτιδος τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως κειμένης, ἕως Χερσῶνος στάδιοι βσξ΄, μίλια τα΄, γ΄, Ὁμοῦ ἀπὸ βοσπόρου ἤτοι Παντικαπαίου ἕως πόλεως Χερσῶνος στάδιοι βσ΄, μίλια σϟγ΄, γ΄.
57. Ἀπὸ δὲ Χερσῶνος εἰς Κορονῖτιν ἤτοι Κερκινῖτιν λεγομένην στάδιοι χ΄, μίλια π΄. Ἀπὸ δὲ Κορονίτιδος ἤτοι Κερκινίτιδος εἰς Καλὸν λιμένα Σκυθικὸν Χερσωνίτιδος στάδιοι ψ΄, μίλια ϟγ΄, γ΄. Ἀπὸ οὖν Καλοῦ λιμένος μέχρι τοῦ Ἴστρου ποταμοῦ ἤτοι Δανούβεως καλουμένου πάλιν Σκῦθαι κατοικοῦσιν. Ἀπὸ δὲ Καλοῦ λιμένος κόλπος ἐκδέχεται καλούμενος Καρκινίτης, διήκων [εἰς] Ταμυράκην· ἔστι δὲ ὁ κόλπος στάδιοι βσν΄, μίλια τ΄. Μὴ περιπλέοντι τοίνυν αὐτὸν, ἀλλʼ ἐπ᾿ εὐθείας διαπλέοντι τὸν ἰσθμὸν, εἰσὶ στάδιοι τ΄, μίλια μ΄. Ἔσω δὲ Ταμυράκης ἔστι λίμνη οὐ μεγάλη.
58. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου Ταμυράκης παρήκει ὁ Ἀχίλλειος δρόμος, ὅπερ ἐστὶν ᾐὼν τουτέστιν αἰγιαλὸς σφόδρα μακρὰ καὶ στενή, διήκουσα τὸν πόρον ἐπὶ
59. Οὗτος ὁ Βορυσθένης ποταμὸς πάντων ἐστὶ χρειω δέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους, νομάς τε τοῖς βοσκήμασιν· ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τεσσαράκοντα πλωτόν· εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι καὶ οὐ περάσιμος ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.
60. Ἐπὶ δὲ ταῖς καθʼ Ὕπανιν καὶ Βορυσθένην ταῖς τῶν δυοῖν ποταμῶν συμβολαῖς ἐστιν κτισθεῖσα πόλις, πρότερον μὲν Ὀλβία καλουμένη, μετὰ δὲ ταῦτα ὑφ᾿ Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα· ταύτην δέ κατὰ τὴν Μηδικήν ἐπαρχίαν Μιλήσιοι κτίζουσιν· διακοσίων δέ καὶ τεσσαράκοντα σταδίων τὸν ἀνάπλουν ἀπὸ τῆς θαλάσσης ἔχει τῷ ποταμῷ Βορυσθένει τῷ νῦν καλουμένῳ Δανάπερι, μίλια λβ΄.
61. Ἀπὸ δὲ Βορυσθένους ποταμοῦ ἐπὶ νῆσον μικροτάτην, ἔρημον καὶ ἀνώνυμον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ νήσου μικροτάτης, ἐρήμου καὶ ἀνωνύμου εἰς Ὀδηστὸν στάδιοι π΄, μίλια ι΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς
62. Οὗτος ὁ Τύρας ποταμὸς, βαθύς τʼ ὢν εὔβοτος [τε] ταῖς νομαῖς, τῶν ἐχθύων ἐστὶν διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσι τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. Ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας λεγομένη, ἄποικος Μιλησίων.
63. Ὁμοῦ ἀπὸ βορυσθένους ποταμοῦ ἕως Τύρα ποταμοῦ στάδιοι ωι΄, μίλια ρη΄· ἀπὸ δὲ Χερσῶνος ἕως Τύρα ποταμοῦ στάδιοι δρι΄, μίλια φμη΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ πόλεως Χερσῶνος μέχρι Τύρα ποταμοῦ, σὺν τῷ περίπλῳ τοῦ Καρκινίτου κόλπου, γράφει σταδίους δυκ΄, μίλια φπθ΄, γ΄. Ἀπὸ δὲ Τύρα ποταμοῦ ἐπὶ τὰ Νεοπτολέμου στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ τῶν Νεοπτολέμου ἐπὶ Κρημνίσκους στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ Τύρα ποταμοῦ ἕως τῶν Κρημνίσκων εἶναι λέγει σταδίους υπ΄, μίλια ξδ΄. Ἀπὸ δὲ τῶν Κρημνίσκων ἐπὶ τὰ Ἀντιφίλου στάδιοι τλ΄, μίλια μδ΄. Ἀπὸ δὲ [τῶν] Ἀντιφίλοῦ εἰς Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου ποταμοῦ