Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

συλλοχισμὸς δʼ ἐστὶ παράθεσις λόχου ἑτέρῳ λόχῳ.

p.109
γίγνεται δὲ εἰ τῷ τοῦ πρώτου στίχου λοχαγῷ ὁ τοῦ δευτέρου λοχαγὸς ἐπισταθείη, τῷ δὲ τούτου ἐπιστάτῃ ὁ τοῦ δευτέρου λοχαγοῦ ἐπιστάτης, καὶ ἐφεξῆς οὕτως. παραστάτης δὲ πᾶς ὁ συζυγῶν ὀνομάζεται, λοχαγὸς μὲν ὁ πρῶτος τῷ δευτέρῳ λοχαγῷ, ἐπιστάτης δὲ ὁ πρῶτος τῷ δευτέρῳ ἐπιστάτῃ, καὶ τοῦτο ἐφεξῆς ἔστε ἐπὶ τοὺς οὐραγοὺς τῶν λόχων. ἐπειδὰν οὖν πολλοὶ ἐφεξῆς λόχοι ταχθῶσι, συλλοχισμὸς τὸ τοιόνδε καλεῖται.