Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἑκούσιον, ἐνταῦθα δὴ ὅσοι ἀγαθοὶ στρατιᾶς ἡγεμόνες, ὀνομαστὶ ἀνακαλεῖσθαι κελεύουσι πάντας ἐφεξῆς τοὺς ἱππέας, δεκάδαρχον πρῶτον καὶ διμοιρίτην ἐπὶ τούτῳ καὶ ὅστις ἐν ἡμιολίᾳ μισθοφορᾷ, ἔπειτα τοὺς ἐφεξῆς τῆς δεκαδαρχίας. καὶ οὕτω διὰ πασῶν τῶν δεκαδαρχιῶν ἡ κλῆσις γίγνεται.

τὸν κληθέντα δὲ χρὴ ὁμοῦ μὲν ὑπακοῦσαι τῷ καλοῦντι μεγάλῃ τῇ βοῇ ὅτι ʽπάρειμἰ, ὁμοῦ δʼ ἐξελαύνειν τὸν ἵππον τρεῖς λόγχας φέροντα. καὶ τὴν μὲν πρώτην ἀπὸ ἄκρου τοῦ χωρίου τοῦ ἐσκαμμένου ἐξακοντίζειν ὡς ἐπὶ τὸν σκοπόν, τὴν δευτέραν δὲ ἀπὸ αὐτοῦ βήματος, καὶ ταύτην ἔτι ὀρθῷ τῷ ἵππῳ· τὴν τρίτην δέ, εἰ τὰ ἔννομα καὶ πρὸς τοῦ βασιλέως τεταγμένα δρῴη, ἐγκλίνοντος ἐπὶ δεξιὰν τοῦ ἵππου, ἐς τὸν ἄλλον σκοπόν, ὃν ἐπʼ αὐτῷ δὴ τούτῳ κατὰ πρόσταξιν τοῦ βασιλέως ἐς ἐκδοχὴν τῆς τρίτης λόγχης ἱστᾶσιν.

ἥδʼ ἔστιν βολὴ ἡ πασῶν χαλεπωτάτη, εἴ πως πρὶν πάντη ἀποστραφῆναι τὸν ἵππον, ἐν αὐτῇ ἔτι τῇ ἐπικαμπῇ γίγνοιτο. ἡ γὰρ δὴ ξύνημα τῇ Κελτῶν φωνῇ καλουμένη

ταύτῃ δὴ ἄφεσις γίγνεται, ἐπείπερ οὐδὲ ἀσιδήρῳ ἀκοντίῳ εὐμαρὴς ἀκοντίζεσθαι. ἤδη δέ τις ὑπὸ ὀξύτητός τε καὶ φιλοτιμίας καὶ τέσσαρας λόγχας ὀρθῷ τῷ ἵππῳ ἐπὶ τὸν πρῶτον σκοπὸν ἐξακοντίσαι ἤνυσεν, ἢ τὰς τρεῖς μὲν ὀρθῷ τῷ ἵππῳ, τὴν τετάρτην δὲ ἐπιστρέφοντι, ὡς ὁ βασιλεὺς ἔταξεν,

ἔνθα δὴ ὅ τε ἀγαθὸς ἀκοντιστὴς καὶ ὁ κακὸς μάλιστα πάντων διαφαίνονται, ἅτε οὐκ ἐν στοίχῳ ἀδιακρίτῳ οὐδὲ ἐν θορύβῳ δρωμένου τοῦ ἔργου. καὶ ἥτις ἐπέλασις τοὺς πλείστους παράσχοιτο τῶν λογχῶν τῇ βολῇ διαπρέποντας, ταύτην ἐγὼ μᾶλλον ἤ τινα

p.138
ἄλλην ἐπῄνεσα, ὡς πρὸς ἀλήθειαν τῶν πολεμικῶν ἔργων ἠσκημένην.