Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὁμοῦ δὲ ἥ τε ἐπέλασις αὐτοῖς ἀποπαύεται καὶ κατὰ τὰ ἀριστερὰ τοῦ βήματος ὑπομένουσιν ἐπάλληλοι ἱππῆς, τὰς μὲν κεφαλὰς τῶν ἵππων ἐς τοὐπίσω ἀποστρέψαντες, τοὺς θυρεοὺς δὲ πρὸ τῶν νώτων τῶν σφετέρων καὶ πρὸ τῶν ἱππείων νώτων προβεβλημένοι. καὶ ἡ τάξις αὕτη, καθάπερ ὁ συνασπισμὸς τῶν πεζῶν, χελώνη ὀνομάζεται.

δύο δὲ ἱππῆς, τοῦδε τοῦ στοίχου διέχοντες ὅσον ἐκδρομὰς παρέχειν τοῖς φιλίοις ἱππεῦσι, προβέβληνται πρὸ τοῦ δεξιοῦ κέρως τῆς χελώνης, τοῦ ἐκδέχεσθαι τοὺς ἐξακοντισμοὺς τῶν ἐπʼ εὐθὺ ἐπελαυνόντων.

οὕτω μὲν οἱ ἡμίσεες τῶν ἱππέων πεφραγμένοι ἵστανται ἐς προβολήν· ἐπὰν δὲ σημήνῃ τῇ σάλπιγγι, οἱ ἡμίσεες αὖ ἐπελαύνουσιν, ὡς πλεῖστα καὶ συνεχέστατα ἀκόντια ἐξακοντίζοντες, πρῶτος ὁ πρῶτος κατʼ ἀρετήν, καὶ ἐπὶ τούτῳ ὁ δεύτερος, καὶ οἱ ἐφεξῆς ὡσαύτως.

τὸ δὲ κάλλος τοῦ δρωμένου ἐν τῷδε ἐστίν, ὅστις ὅτι πλεῖστα καὶ συνεχέστατα ἀκόντια, ὀρθῷ ἐπελαύνων τῷ ἵππῳ, ἐς τοὺς δύο τοὺς προβεβλημένους πρὸ τοῦ [ἀριστεροῦ] κέρως τῆς χελώνης κατὰ αὐτῶν τῶν ὅπλων ὡς μάλιστα τύχοι ἀκοντίσας.

ἐπελάσαντες δὲ ἐπʼ εὐθύ, ἐγκλίνουσιν αὖ ἐς τὰ πλάγια ὡς ἐς κύκλον ἐπιστρέφοντες. ἡ ἔγκλισις δὲ αὐτοῖς

ἐπὶ τὰ δεξιὰ σφῶν γίγνεται· οὕτω γὰρ τῷ τε ἀκοντίζειν οὐδὲν ἐμποδὼν ἵσταται, καὶ οἱ θυρεοὶ προβέβληνται πρὸ τῶν ἀκοντιζόντων ἐν τῇ ἐπελάσει.