Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τε καὶ σαφέστατα ποιεῖσθαι. ἔστα δὲ τοῦτο, εἰ ὅσα ἂν ἀμφιβόλως δέξασθαι δυνατοὶ ὦσιν οἱ στρατιῶται, ταῦτα φυλασσόμεθα.

αὐτίκα εἰ κλῖνον λέγοις προστιθεὶς τὸ ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα, οἱ ὀξέως κατακούειν εἰθισμένοι τῶν παραγγελμάτων ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν. οὔκουν ὧδε χρὴ λέγειν κλῖνον ἐπὶ δόρυ ἢ κλῖνον ἐπʼ ἀσπίδα, ἀλλʼ ἀναστρέψαντα ἐπὶ δόρυ κλῖνον ἤ ἐπʼ ἀσπίδα κλῖνον· οὕτω γὰρ σύμπαντες τὸ αὐτὸ ἀκούσονταί τε καὶ δράσουσιν.

οὔκουν οὐδὲ μεταβαλοῦ ἢ ἐξέλιξον χρὴ παραγγέλλειν· ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούοντας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἷον ἐπὶ δόρυ μεταβαλοῦ ἢ ἐπʼ ἀσπίδα.

καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ τὸν Μακεδόνα. εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε

p.128
φαίης, ἄλλοι ἐπʼ ἄλλον ἐξελιγμὸν ἥξουσιν.

οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν· περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν

κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων
περὶ δὲ τῆς στρατιᾶς
οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν ʽοὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν’ σιγῇ δειδιότες σημάντορας.
τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι
τῶν δʼ ὥστʼ ὀρνίθων πετεηνῶν
φησίν
ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων.
καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον
ὣς Τρώων ἀλαλητός
φησίν
ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς.
ὑπὲρ δὲ τῶν Ἑλλήνων
οἳ δʼ ἄρʼ ἴσαν σιγῇ
φησίν
μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.