Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ἣ μέν τις ἐπαγωγὴ ἐν ταῖς πορείαις ἣ δὲ παραγωγὴ καλεῖται.

καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπʼ εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτεταγμέναι πορεύωνται, ἢ αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἕπωνται, ἑνί τε λόγῳ, ἐπειδὰν τοῦ προηγουμένου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος ἡγεμόνες συνάπτωσιν.

παραγωγὴ δʼ ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη. κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά.

ὅπως δʼ ἂν ἡ πορεία γίγνηται, εἴτε κατʼ ἐπαγωγὴν εἴτʼ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ· μονοπλεύρῳ μέν,

ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός· διπλεύρῳ δέ, ἐπειδὰν δύο· τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς· τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι. καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ ἡ πορεία

γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν

p.126
τριφαλαγγίᾳ τε καὶ τετραφαλαγγίᾳ. καὶ ταῦτα οὐ χαλεπὸν συμβάλλειν ἀπὸ τῶν πρόσθεν τάξεων.