Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος, καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν.

ἀναστροφὴ δέ ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς ἐς τὴν προτέραν χώραν. περισπασμὸς δὲ καλεῖται ἡ ἐκ δυοῖν ἐπιστροφαῖν τοῦ τάγματος κίνησις, ὡς μεταλαβεῖν τὸν ὀπίσω τόπον·

ἐκπερισπασμὸς δὲ ἡ ἐκ τριῶν ἐπιστροφῶν

p.121
συνεχῶν τοῦ παντὸς κίνησις, ὡς μεταλαβεῖν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴ νἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπʼ ἀσπίδα, τὴν ἐκ δεξιῶν. στοιχεῖν δὲ λέγεται τὸ ἐπʼ εὐθείας ἰέναι τῷ λοχαγῷ